Ancient Greek
Chapter 28
Origen, De oratione 28.8
Not analysed yet
ὁ δὲ Λουκᾶς εἰπών· „ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν“ (ἐπεὶ τὰ ἁμαρτήματα ὀφειλόντων ἡμῶν καὶ μὴ ἀποδιδόντων συνίσταται) τὸ αὐτὸ λέγει τῷ Ματθαίῳ, ὅστις οὐκ ἔοικε χώραν διδόναι τῷ βουλομένῳ μετανοοῦσιν ἀφιέναι τοῖς ὀφείλουσι μόνον, λέγων ὑπὸ τοῦ σωτῆρος νενομοθετῆσθαι τὸ ἡμᾶς δεῖν ἐν τῇ εὐχῇ προστιθέναι· „καὶ γὰρ αὐτοὶ ἀφίεμεν παντὶ ὀφείλοντι ἡμῖν. “πάντες μέντοι γε ἐξουσίαν (ἔχομεν) ἀφιέναι τὰ εἰς ἡμᾶς ἡμαρτημένα· ὅπερ δῆλόν ἐστιν ἔκ τε τοῦ „ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν“ καὶ ἔκ τοῦ „καὶ γὰρ αὐτοὶ ἀφίεμεν παντὶ ὀφείλοντι ἡμῖν. “ὁ δὲ ἐμπνευσθεὶς ὑπὸ τοῦ Ἰησοῦ ὡς οἱ ἀπόστολοι καὶ „ἀπὸ τῶν καρπῶν“ γινώσκεσθαι δυνάμενος, ὡς χωρήσας τὸ πνεῦμα τὸ ἅγιον καὶ γενόμενος πνευματικὸς τῷ ὑπὸ τοῦ πνεύματος ἄγεσθαι τρόπον υἱοῦ θεοῦ ἐφ᾿ ἕκαστον τῶν κατὰ λόγον πρακτέων, ἀφίησιν ἃ ἐὰν ἀφῇ ὁ θεὸς καὶ κρατεῖ τὰ ἀνίατα τῶν ἁμαρτημάτων, ὑπηρετῶν ὥσπερ οἱ προφῆται ἐν τῷ λέγειν οὐ τὰ ἴδια ἀλλὰ τὰ τοῦ θείου βουλήματος τῷ θεῷ οὕτω καὶ αὐτὸς τῷ μόνῳ ἐξουσίαν ἔχοντι ἀφιέναι θεῷ.