# De oratione 29.11

Origen, De oratione, Chapter 29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-oratione/29.11

χρὴ τοίνυν εὔχεσθαι οὐχ ἵνα μὴ πειρασθῶμεν (τοῦτο γὰρ ἀδύνατον) ἀλλ᾿ ἵνα μὴ ὑπὸ τοῦ πειρασμοῦ περιβληθῶμεν, ὅπερ πάσχουσιν οἱ ἐνεχόμενοι αὐτῷ καὶ νενικημένοι. ἐπεὶ οὖν ἔξω μὲν τῆς εὐχῆς γέγραπται „μὴ εἰσελθεῖν εἰς πειρασμὸν.“ ὅπερ ἐκ τῶν εἰρημένων δύναταί πως εἶναι σαφὲς, ἐν δὲ τῇ εὐχῇ λέγειν ἡμᾶς δεῖ· „μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν“ τῷ πατρὶ θεῷ· ἄξιον ἰδεῖν, πῶς χρὴ νοεῖν τὸν θεὸν εἰσάγειν τὸν μὴ εὐξάμενον ἢ τὸν μὴ ἐπακουόμενον „εἰς“ τὸν „πειρασμόν.“ ἀπεμφαίνει γὰρ, τοῦ νικωμένου εἰσερχομένου „εἰς“ τὸν „πειρασμὸν“, τὸν θεὸν νομίζειν εἰσάγειν τινὰ „εἰς πειρασμὸν,“ οἱονεὶ τῷ νικᾶσθαι αὐτὸν παραδόντα. ἡ δ᾿ αὐτὴ ἀπέμφασις περιμένει καὶ τὸν ὅπως ποτὲ ἐξηγούμενον τὸ „εὔχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν.“ εἰ γὰρ κακὸν τὸ ἐμπεσεῖν „εἰς πειρασμὸν,“ ὅπερ ἵνα μὴ πάθωμεν εὐχόμεθα, πῶς οὐκ ἄτοπον νοεῖν τὸν ἀγαθὸν θεὸν, μὴ δυνάμενον „καρποὺς“ φέρειν „πονηροὺς,“ περιβάλλειν τινὰ τοῖς κακοῖς;

---

Origenes, De oratione, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg008.local002/.
