# De oratione 29.15

Origen, De oratione, Chapter 29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-oratione/29.15

τὸ ὅμοιον οὖν τούτοις πείσονται οἱ ἀλλάξαντες „τὴν δόξαν τοῦ θεοῦ τοῦ ἀφθάρτου ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν,“ διὰ τοῦ ἐγκαταλείπεσθαι παραδιδόμενοι „ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν, τοῦ ἀτιμάζεσθαι τὰ σώματα“ τῶν εἰς ἄψυχον σῶμα καὶ ἀναίσθητον καταβιβασάντων τὸ ὄνομα τοῦ πᾶσι τοῖς αἰσθομένοις λογικοῖς οὐ μόνον τὸ αἰσθέσθαι ἀλλὰ καὶ τὸ λογικῶς αἰσθέσθαι τισὶ δὲ καὶ τελείως καὶ ἐναρέτως αἰσθέσθαι καὶ νοεῖν χαρισαμένου. καὶ εὐλόγως οἱ τοιοῦτοι παραδίδονται ὑπὸ τοῦ καταλειφθέντος ὑπ᾿ αὐτῶν θεοῦ, ἀντικαταλειπόμενοι ὑπ᾿ αὐτοῦ, εἰς τὰ τῆς „ἀτιμίας“ „πάθη,“ „τὴν ἀντιμισθίαν“ „τῆς πλάνης“ δι᾿ ἧς ἠγάπησαν ψωρώδους ἡδονῆς „ἀπολαμβάνοντες.“ μᾶλλον γὰρ ἡ ἀντιμισθία „τῆς πλάνης“ αὐτοῖς ἐγγίνεται, παραδιδομένοις „εἰς πάθη ἀτιμίας,“ ἤπερ τῷ φρονίμῳ πυρὶ καθαιρομένοις καὶ ἐν τῇ φυλακῇ ἐκπρασσομένοις μέχρι τοῦ ἐσχάτου κοδράντου ἕκαστον τῶν ὀφλημάτων. ἐν γὰρ τῷ πάθεσιν „ἀτιμίας“ οὐ μόνον τοῖς κατὰ φύσιν ἀλλὰ καὶ πολλοῖς τῶν παρὰ φύσιν παραδίδοσθαι μολύνονται καὶ ὑπὸ τῆς σαρκὸς παχύνονται, οἱονεὶ οὐκέτι ἔχοντες τότε ψυχὴν οὐδὲ νοῦν ἀλλ᾿ ὅλοι γινόμενοι σάρκες· ἐν δὲ τῷ πυρὶ καὶ τῇ φυλακῇ οὐκ „ἀντιμισθίαν“ „τῆς πλάνης“ ἀλλ᾿ εὐεργεσίαν ἐπὶ καθάρσει τῶν ἐν τῇ πλάνῃ κακῶν μετὰ σωτηρίων λαμβάνοντες πόνων, ἑπομένων τοῖς φιληδόνοις, ἀπαλλάττονται παντὸς ῥύπου καὶ αἵματος, ἐν οἷς ἐῤῥυπωμένοι καὶ πεφυρμένοι οὐδὲ τὸ ἐννοῆσαι περὶ τοῦ σῴζεσθαι ἐδύναντο τῇ σφῶν ἀπωλείᾳ. „ἐκπλυνεῖ“ τοιγαροῦν ὁ θεὸς „τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιὼν, καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως“· „εἰσπορεύεται“ γὰρ „ὡς πῦρ χωνευτηρίου καὶ ὡς πόα πλυνόντων,“ ἀποπλύνων καὶ καθαίρων τοὺς τοιούτων φαρμάκων δεδεημένους διὰ τὸ μὴ δεδοκιμασμένως θέλειν „ἔχειν ἐν ἐπιγνώσει“ „τὸν θεόν“· οἷς παραδοθέντες ἑκόντες μισήσουσι τὸν „ἀδόκιμον νοῦν“· οὐ γὰρ βούλεται ὁ θεός τινι τὸ ἀγαθὸν ὡς κατὰ ἀνάγκην γενέσθαι ἀλλὰ ἑκουσίως, τάχα τινῶν ἐκ τοῦ ἐπὶ πλεῖον ὡμιληκέναι τῇ κακίᾳ μόγις τὸ αἶσχος αὐτῆς κατανενοηκότων καὶ ἀποστρεφομένων αὐτὴν ὡς ψευδῶς ὑποληφθεῖσαν εἶναι καλήν.

---

Origenes, De oratione, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg008.local002/.
