# De oratione 29.16

Origen, De oratione, Chapter 29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-oratione/29.16

ἐπίστησον δὲ εἰ διὰ τοῦτο καὶ σκληρύνει τὴν τοῦ Φαραὼ καρδίαν ὁ θεὸς, ἵν᾿ ὅπερ εἶπε μὴ σκληρυνθεὶς δυνηθῇ εἰπεῖν· „ὁ κύριος δίκαιος. ἐγὼ δὲ καὶ ὁ λαός μου ἀσεβής.“ ἀλλ᾿ ἐπὶ πλεῖον δέεται τοῦ σκληρύνεσθαι καὶ ἐπὶ πλεῖον πάσχειν τινὰ, ἵνα μὴ ἐκ τοῦ τάχιον τοῦ σκληρύνεσθαι παύεσθαι καταφρονῶν ὡς κακοῦ τοῦ σκληρύνεσθαι ἔτι πλεονάκις ἄξιος τοῦ σκληρύνεσθαι γίνηται. εἰ τοίνυν „οὐκ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς“ κατὰ τὰ ἐν ταῖς Παροιμίαις εἰρημένα, ἀλλὰ εὐλόγως εἰσάγει ὁ θεὸς „εἰς τὴν παγίδα“ κατὰ τὸν εἰπόντα· „εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα,“ καὶ „ἄνευ“ τῆς βουλῆς „τοῦ πατρὸς“ οὐδὲ τὸ εὐτελέστερον τῶν ἐπτερωμένων στρουθίον ἐμπίπτει „εἰς τὴν παγίδα“ (τοῦ ἐμπίπτοντος „εἰς τὴν παγίδα“ διὰ τοῦτο ἐμπίπτοντος. ἐπεὶ μὴ καλῶς τῇ τῶν πτερῶν ἐχρήσατο δεδομένων ἐπὶ τὸ ὑψοῦσθαι ἐξουσίᾳ). εὐχώμεθα μηδὲν ἄξιον ποιῆσαι τοῦ ὑπὸ τῆς δικαίας κρίσεως τοῦ θεοῦ εἰσενεχθῆναι „εἰς“ τὸν „πειρασμὸν,“ εἰσφερομένου παντός τε τοῦ παραδιδομένου ὑπὸ τοῦ θεοῦ „ἐν ταῖς ἐπιθυμίαις“ τῆς καρδίας ἑαυτοῦ „εἰς ἀκαθαρσίαν“ καὶ παντὸς τοῦ παραδιδομένου „εἰς πάθη ἀτιμίας“ καὶ παντὸς τοῦ, „καθὼς οὐκ ἐδοκίμασε τὸν θεὸν ἔχειν ἐν“ ἑαυτῷ, παραδιδομένου „εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα.“

---

Origenes, De oratione, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg008.local002/.
