# De oratione 29.17

Origen, De oratione, Chapter 29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-oratione/29.17

ἡ δὲ χρεία τοῦ πειράζεσθαι τοιαύτη τις ἐστίν. ἅπερ ἐδέξατο ἡμῶν ἡ ψυχὴ, λανθάνοντα πάντας πλὴν τοῦ θεοῦ ἀλλὰ καὶ ἡμᾶς αὐτοὺς, φανερὰ διὰ τῶν πειρασμῶν γίνεται· ἵνα μηκέτι λανθάνωμεν. ὁποῖοί ποτε ἐσμὲν, ἀλλὰ καὶ αὐτοὺς ἐπιγινώσκοντες συναισθώμεθα, ἐὰν βουλώμεθα, τῶν ἰδίων κακῶν καὶ εὐχαριστῶμεν ἐπὶ τοῖς φανερουμένοις ἡμῖν διὰ τῶν πειρασμῶν ἀγαθοῖς. ὅτι δὲ οἱ γενόμενοι πειρασμοὶ ὑπὲρ τοῦ ἀναφανῆναι ἡμᾶς, οἵτινές ποτε ἐσμὲν, ἢ διαγνωσθῆναι τὰ ἐγκεκρυμμένα τῇ καρδίᾳ ἡμῶν γίνονται, παρίστησι τὸ ὑπὸ τοῦ κυρίου ἐν τῷ Ἰὼβ λεγόμενον καὶ τὸ ἐν τῷ Δευτερονομίῳ γεγραμμένον, οὕτως ἔχοντα· „οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος;“ καὶ ἐν τῷ Δευτερονομίῳ οὕτως· „ἐκάκωσέ σε καὶ ἐλιμαγχόνησέ σε καὶ ἐψώμισέ σε τὸ μάννα“ „καὶ διήγαγέ σε“ „ἐν τῇ ἐρήμῳ,“ „οὗ ὄφις δάκνων καὶ σκορπίος καὶ δίψα,“ „ὅπως“ „διαγνωσθῇ τὰ ἐν τῇ καρδίᾳ σου.“

---

Origenes, De oratione, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg008.local002/.
