# De oratione 29.18

Origen, De oratione, Chapter 29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-oratione/29.18

εἰ δὲ καὶ ἀπὸ τῆς ἱστορίας ἀναμνησθῆναι βουλόμεθα, ἰστέον ὅτι τὸ (τῆς Εὔας) εὐεξαπάτητον καὶ τὸ σαθρὸν τοῦ λογισμοῦ αὐτῆς οὐχ, ὅτε παρακούσασα τοῦ θεοῦ τοῦ ὄφεως ἤκουσεν, ὑπέστη ἀλλὰ καὶ πρότερον ὂν ἠλέγχθη, τοῦ ὄφεως διὰ τοῦτο αὐτῇ προσεληλυθότος, ἐπεὶ τῇ ἰδίᾳ φρονιμότητι ἀντελάβετο τῆς ἀσθενείας αὐτῆς. ἀλλ᾿ οὐδὲ ἐν τῷ Κάϊν πονηρία ἤρξατο γίνεσθαι, ὅτε „ἀπέκτεινε“ „τὸν ἀδελφὸν αὐτοῦ“ (καὶ πρότερον γὰρ „ἐπὶ τῷ Κάϊν καὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν“ „ὁ καρδιογνώστης θεὸς“), εἰς φανερὸν δὲ ἦλθεν ἡ κακία αὐτοῦ, ὅτε ἀνεῖλε τὸν Ἄβελ. ἀλλὰ καὶ εἰ μὴ πιὼν οὗ ἐγεώργησεν „οἴνου“ „ἐμεθύσθη“ ὁ Νῶε καὶ ἐ(γε)γύμνωτο, οὐκ ἂν ἀνεφάνη οὔτε ἡ τοῦ Χὰμ προπέτεια καὶ εἰς τὸν πατέρα ἀσέβεια οὔτε ἡ τῶν ἀδελφῶν αὐτοῦ σεμνότης καὶ αἰδὼς πρὸς τὸν γεγεννηκότα. καὶ ἡ κατὰ τοῦ Ἰακὼβ τοῦ Ἠσαῦ ἐπιβουλὴ πρόφασιν ἔδοξεν ἐσχηκέναι τὴν „τῆς εὐλογίας“ ἀφαίρεσιν, καὶ πρότερον δὲ τούτου ῥίζας τοῦ „πόρνος“ καὶ „βέβηλος“ εἶναι εἶχεν αὐτοῦ ἡ ψυχή· τήν τε λαμπρότητα τῆς τοῦ Ἰωσὴφ σωφροσύνης, παρεσκευασμένου πρὸς τὸ μὴ ἁλῶναι ὑπό τινος ἐπιθυμίας, οὐκ ἂν ἐγνώκειμεν, μὴ ἐρασθείσης αὐτοῦ τῆς δεσποίνης.

---

Origenes, De oratione, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg008.local002/.
