Ancient Greek
Chapter 29
Origen, De oratione 29.4
Not analysed yet
καὶ ἐὰν μὴ συνῶμεν τὸ τοὺς πολλοὺς λανθάνον περὶ τοῦ μὴ εἰσελθεῖν „εἰς πειρασμὸν“ προσεύχεσθαι. ὥρα λέγειν ὅτι οἱ ἀπόστολοι εὐχόμενοι οὐκ ἐπηκούοντο. μυρία ὅσα ἐν παντὶ τῷ χρόνῳ ἑαυτῶν πεπονθότες, „ἐν κόποις περισσοτέρως ἐν πληγαῖς περισσοτέρως ἐν φυλακαῖς ὑπερβαλλόντως ἐν θανάτοις πολλάκις,“ ὁ δὲ Παῦλος ἰδίᾳ „ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν“ εἴληφε. „τρὶς“ ἐῤῥαβδίσθη, „ἅπαξ“ ἐλιθάσθη, „τρὶς“ ἐναυάγησε, „νυχθήμερον ἐν τῷ βυθῷ“ πεποίηκεν, ἄνθρωπος „ἐν παντὶ“ θλιβόμενος καὶ ἀπορούμενος καὶ διωκόμενος καὶ καταβαλλόμενος ὁμολογῶν τε τό· „ἄχρι τῆς ἄρτι ὥρας πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν. “τῶν δὲ ἀποστόλων ἐν τῷ εὔχεσθαι μὴ ἐπιτετευχότων, τίς ἐλπὶς τῶν ὑποδεεστέρων τινὶ παρ᾿ ἐκείνους εὐχομένῳ ἐπηκόου θεοῦ τυχεῖν;