# De oratione 29.5

Origen, De oratione, Chapter 29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-oratione/29.5

τὸ δὲ ἐν τῷ εἰκοστῷ πέμπτῳ ψαλμῷ· „δοκίμασόν με, κύριε, καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου“ εὐλόγως τις ὑπολήψεται τῶν μὴ ἀκριβούντων, τί τὸ βούλημα τῆς προστάξεως τοῦ σωτῆρος, ἐναντίως γεγονέναι οἷς ὁ κύριος ἡμῶν περὶ εὐχῆς ἐδίδαξε. πότε δέ τις νενόμικεν εἶναι ἔξω πειρασμῶν ἀνθρώπους, ὧν ᾔδει τὸν λόγον συμπεπληρωκώς; καὶ ποῖος καιρός ἐστιν, ἐν ᾧ ὡς μὴ ἀγωνιζόμενος περὶ τοῦ μὴ ἁμαρτήσεσθαι καταπεφρόνηκε; πένεταί τις; εὐλαβείσθω, μή ποτε κλέψας ὀμόσῃ „τὸ ὄνομα τοῦ θεοῦ“· ἀλλὰ πλουτεῖ; μὴ καταφρονείτω· δύναται γὰρ „πλησθεὶς ψευδὴς“ γενέσθαι καὶ ἐπαρθεὶς εἰπεῖν· „τίς με ὁρᾷ,·“ οὐδὲ Παῦλος γοῦν πλουτῶν „ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει“ κινδύνου ἀπήλλακται τοῦ ὡς ἐπὶ τούτοις ἐν τῷ ὑπεραίρεσθαι ἁμαρτάνειν, ἀλλὰ δεῖται σκόλοπος τοῦ σατανᾶ κολαφίζοντος αὐτὸν, „ἵνα μὴ“ ὑπεραίρηται. κἂν συνειδῇ τις ἑαυτῷ τὰ κρείττονα καὶ ἀναπτερωθῇ ἀπὸ τῶν κακῶν, ἀναγινωσκέτω τὸ εἰρημένον ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων περὶ Ἐζεκίου, ὅστις πεπτωκέναι λέγεται „ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ.“

---

Origenes, De oratione, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg008.local002/.
