Ancient Greek
Chapter 29
Origen, De oratione 29.6
Not analysed yet
εἰ δὲ, ἐπεὶ μὴ πλείονα περὶ τοῦ πένητος εἰρήκαμεν, καταφρονεῖ τις, ὡς μὴ πειρασμοῦ τοῦ περὶ τῆς πενίας, ἴστω ὅτι ὁ ἐπιβουλεύων ἐπιβουλεύει ὑπὲρ „τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα,“ καὶ μάλιστα ἐπεὶ κατὰ τὸν Σολομῶντα „ὁ πτωχὸς οὐχ ὑφίσταται ἀπειλήν. “τί δὲ δεῖ λέγειν, ὅσοι διὰ τὸν σωματικὸν πλοῦτον, μὴ καλῶς αὐτὸν οἰκονομήσαντες, τὴν μετὰ τοῦ ἐν τῷ εὐαγγελίῳ πλουσίου χώραν ἐν τῇ κολάσει εἰλήφασι, καὶ ὅσοι ἀγεννῶς τὴν πενίαν φέροντες, δουλοπρεπέστερον καὶ ταπεινότερον ἢ κατὰ τὰ ἐν τοῖς „ἁγίοις“ πρέποντα ἀναστρεφόμενοι, τῆς ἐπουρανίου ἐλπίδος ἀποπεπτώκασιν; οὐδὲ οἱ μεταξὺ δὲ τούτων καθ᾿ ἑκάτερον, πλοῦτον καὶ πενίαν, τοῦ κατὰ τὴν σύμμετρον κτῆσιν ἁμαρτάνειν πάντως εἰσὶν ἀπηλλαγμένοι.