Ancient Greek
Chapter 29
Origen, De oratione 29.8
Not analysed yet
ἀλλ᾿ οἴεταί τις ἀναπαύεσθαι ὡς μὴ πειραζόμενος, ὅτε δεδόξασται παρὰ τοῖς ἀνθρώποις· καὶ πῶς οὐ χαλεπὸν τὸ „ἀπέχουσι τὸν μισθὸν“ ἀπὸ „τῶν ἀνθρώπων,“ ἀπαγγελλόμενον τοῖς ἐπαιρομένοις ὡς ἐπ᾿ ἀγαθῷ τῇ παρὰ τοῖς πολλοῖς δόξῃ; πῶς δ᾿ οὐκ ἐπιπληκτικὸν τὸ „πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν παρ᾿ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητεῖτε; “καὶ τί με δεῖ καταλέγειν τὰ τῶν νομιζομένων εὐγενῶν ἐν ὑπερηφανίᾳ πταίσματα καὶ τῶν λεγομένων δυσγενῶν διὰ τὸ ἀνεπίστημον τὴν πρὸς τοὺς ὑπερέχειν νομιζομένους ὑπόπτωσιν θωπευτικὴν, ἀφιστᾶσαν θεοῦ τοὺς γνησίαν μὲν φιλίαν οὐκ ἔχοντας τὸ δὲ κάλλιστον τῶν ἐν ἀνθρώποις. τὴν ἀγάπην, ὑποκρινομένους;