Ancient Greek
Chapter 3
Origen, De oratione 3.2
Not analysed yet
ἔνθα καὶ σημειωτέον ἐστὶν ὅτι τὸ ὄνομα τῆς εὐχῆς παρελήφθη (πολλαχοῦ ἑτέρας οὔσης παρὰ τὴν προσευχὴν) ἐπὶ τοῦ μετὰ εὐχῆς ἐπαγγελλομένου τάδε τινὰ ποιήσειν, εἰ τύχοι ἀπὸ θεοῦ τῶνδε. τάσσεται μέντοι καὶ ἐπὶ τοῖς κατὰ συνήθειαν ἡμῶν λεγομένοις ἡ ὀνομασία· ὥσπερ ἐν Ἐξόδῳ εὕρομεν οὕτως μετὰ τὴν ἐπὶ τοῖς βατράχοις μάστιγα, τῇ τάξει τῶν δέκα οὖσαν δευτέραν, . . . . . . . . . . . . ,ἐκάλεσε Φαραὼ Μωϋσέα καὶ Ἀαρὼν καὶ εἶπεν αὐτοῖς· εὔξασθε περὶ ἐμοῦ πρὸς κύριον. καὶ περιελέτω τοὺς βατράχους ἀπ᾿ ἐμοῦ καὶ τοῦ λαοῦ μου· καὶ ἐξαποστελῶ τὸν λαὸν, καὶ θύσωσι κυρίῳ. “ἐὰν δὲ δυσπειθῶς τις ἔχῃ διὰ τὸ τοῦ Φαραὼ εἶναι φωνὴν τὴν „εὔξασθε“ πρὸς τὸ σημαίνεσθαι ἀπὸ τῆς εὐχῆς πρὸς τῷ προτέρῳ καὶ τὸ σύνηθες, παρατηρητέον καὶ τὸ ἑξῆς οὕτως ἔχον· „εἶπε δὲ Μωϋσῆς πρὸς Φαραώ· τάξαι πρός με. πότε εὔξομαι περὶ σοῦ καὶ περὶ τῶν θεραπόντων σου καὶ τοῦ λαοῦ σου. ἀφανίσαι τοὺς βατράχους ἀπὸ σοῦ καὶ ἀπὸ τοῦ λαοῦ σου καὶ ἐκ τῶν οἰκιῶν ὑμῶν· πλὴν ἐν τῷ ποταμῷ ὑπολειφθήσονται. “