# De oratione 30.1

Origen, De oratione, Chapter 30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-oratione/30.1

Δοκεῖ δέ μοι ὁ Λουκᾶς διὰ τοῦ „μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν“ δυνάμει δεδιδαχέναι καὶ τὸ „ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.“ καὶ εἰκός γε πρὸς μὲν τὸν μαθητὴν, ἅτε δὴ ὠφελημένον, εἰρηκέναι τὸν κύριον τὸ ἐπιτομώτερον, πρὸς δὲ τοὺς πλείονας, δεομένους τρανοτέρας διδασκαλίας, τὸ σαφέστερον. ῥύεται δ᾿ „ἡμᾶς“ ὁ θεὸς „ἀπὸ τοῦ πονηροῦ“ οὐχὶ, ὅτε οὐδαμῶς ἡμῖν πρόσεισιν ἀντιπαλαίων ὁ ἐχθρὸς δι᾿ οἵων δή ποτε μεθοδειῶν ἑαυτοῦ καὶ ὑπηρετῶν τοῦ θελήματος αὐτοῦ, ἀλλ᾿ ὅτε νικῶμεν ἀνδρείως ἱστάμενοι πρὸς τὰ συμβαίνοντα. οὕτως δὲ ἐξειλήφαμεν καὶ τὸ „πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύεται αὐτούς.“ „ῥύεται“ γὰρ ἀπὸ τῶν θλίψεων ὁ θεὸς, οὐχὶ μὴ γινομένων ἔτι θλίψεων (εἴ γε καὶ ὁ Παῦλός φησι τό· „ἐν παντὶ θλιβόμενοι“ ὡς μηδὲ πώποτε οὐ „θλιβόμενοι“), ἀλλ᾿ ὅτε „θλιβόμενοι“ βοηθείᾳ θεοῦ (οὐ) μὴ στενοχωρούμεθα, τοῦ μὲν θλίβεσθαι κατά τι πάτριον παρ᾿ Ἑβραίοις οὕτω σημαινομένου ἐπὶ τοῦ ἀπροαιρέτως συμβαίνοντος περιστατικοῦ, τοῦ δὲ στενοχωρεῖσθαι ἐπὶ τοῦ προαιρετικοῦ. ὑπὸ τῆς θλίψεως νενικημένου καὶ ἐνδεδωκότος αὐτῇ. ὅθεν καλῶς ὁ Παῦλός φησιν· „ἐν παντὶ θλιβόμενοι ἀλλ᾿ οὐ στενοχωρούμενοι.“ ὅμοιον δὲ τούτῳ εἶναι νομίζω καὶ τὸ ἐν ψαλμοῖς· „ἐν θλίψει ἐπλάτυνάς με.“ συνεργίᾳ γὰρ καὶ παρουσίᾳ τοῦ παραμυθουμένου καὶ σῴζοντος ἡμᾶς λόγου θεοῦ τὸ τῆς διανοίας ἡμῶν ἱλαρὸν καὶ εὔθυμον ἐν τῷ καιρῷ τῶν περιστατικῶν ἀπὸ θεοῦ γινόμενον πλατυσμὸς ὠνόμασται.

---

Origenes, De oratione, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg008.local002/.
