# De oratione 30.2

Origen, De oratione, Chapter 30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-oratione/30.2

ὁμοίως οὖν νοητέον καὶ τὸ ῥυσθῆναί τινα „ἀπὸ τοῦ πονηροῦ.“ ἐῤῥύσατο ὁ θεὸς (τὸν Ἰὼβ) οὐχὶ τῷ μὴ εἰληφέναι (τὸν διάβολον) ἐξουσίαν τοῖσδέ τισι τοῖς πειρασμοῖς αὐτὸν περιβαλεῖν (εἴληφε γὰρ), ἀλλὰ (τῷ) „ἐν πᾶσι τοῖς συμβεβηκόσι“ μηδὲν ἁμαρτεῖν αὐτὸν ἐνώπιον „τοῦ κυρίου“ ἀλλὰ ἀναφανῆναι δίκαιον· τοῦ εἰπόντος· „μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν κύριον; οὐ σὺ περιέφραξας τὰ ἔξω αὐτοῦ καὶ τὰ ἔσω τῆς οἰκίας αὐτοῦ καὶ τὰ ἔξω πάντων τῶν ὄντων αὐτῷ κύκλῳ. (τὰ δὲ) ἔργα αὐτοῦ εὐλόγησας καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς; ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων ὧν ἔχει, ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει“ καταισχυνθέντος, ὡς καὶ τότε καταψευσαμένου κατὰ τοῦ Ἰώβ· ὅστις τοσαῦτα παθὼν οὐχ, ὡς ἔλεγεν ὁ ἀντικείμενος, „εἰς πρόσωπον“ εὐλογεῖ τὸν θεὸν ἀλλὰ καὶ παραδοθεὶς τῷ πειράζοντι ἐπιμένει εὐλογῶν τὸν κύριον, ἐπιτιμῶν τῇ γυναικὶ λεγούσῃ· „εἰπόν. τι ῥῆμα πρὸς κύριον, καὶ τελεύτα“ καὶ ἐπιπλήσσων ἐν τῷ φάσκειν· „ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας· εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν;“ καὶ δεύτερον δὲ περὶ τοῦ Ἰὼβ „ὁ διάβολος εἶπε τῷ κυρίῳ· δέρμα ὑπὲρ δέρματος, ὅσα ὑπάρχει τῷ ἀνθρώπῳ ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ἐκτίσει. οὐ μὴν δὲ ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι τῶν ὀστῶν αὐτοῦ καὶ τῶν σαρκῶν αὐτοῦ, ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει.“ νενικημένος δὲ ὑπὸ τοῦ τῆς ἀρετῆς ἀθλητοῦ ψευδὴς ἀποδείκνυται· καίτοι γὰρ τὰ χαλεπώτατα πεπονθὼς ἐπέμεινε, μηδὲν ἁμαρτῶν „τοῖς χείλεσιν“ ἐνώπιον „τοῦ θεοῦ.“ δύο δὲ παλαίσματα παλαίσας ὁ Ἰὼβ καὶ νικήσας τρίτον οὐκ ἀγωνίζεται τηλικοῦτον ἀγῶνα· ἔδει γὰρ τὴν περὶ τῶν τριῶν πάλην τηρηθῆναι τῷ σωτῆρι, ἥτις ἐν τοῖς τρισὶν εὐαγγελίοις ἀναγέγραπται, τὰ τρία νικήσαντος τοῦ κατὰ τὸν ἄνθρωπον σωτῆρος ἡμῶν νοουμένου τὸν ἐχθρόν.

---

Origenes, De oratione, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg008.local002/.
