# De oratione 30.3

Origen, De oratione, Chapter 30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-oratione/30.3

ἵν᾿ οὖν νοοῦντες αἰτῶμεν τὸν θεὸν τὸ μὴ εἰσελθεῖν „εἰς πειρασμὸν“ καὶ τὸ ῥυσθῆναι „ἀπὸ τοῦ πονηροῦ,“ ἐπιμελέστερον ταῦτα ἐξετάσαντες καὶ παρ᾿ ἑαυτοῖς ἐρευνήσαντες, ἄξιοι διὰ τοῦ ἀκούειν θεοῦ τοῦ ἀκούσεσθαι ὑπ᾿ αὐτοῦ γινόμενοι, παρακαλῶμεν πειραζόμενοι μὴ θανατοῦσθαι καὶ βαλλόμενοι ὑπὸ τῶν „τοῦ πονηροῦ“ πεπυρωμένων βελῶν μὴ ἀνάπτεσθαι ὑπ᾿ αὐτῶν. ἀνάπτονται δὲ ὑπ᾿ αὐτῶν πάντες, ὧν κατά τινα τῶν δώδεκα „αἱ καρδίαι“ „ὡς κλίβανος“ ἐγενήθησαν· οὐκ ἀνάπτονται δὲ οἱ τῷ θυρεῷ „τῆς πίστεως“ πάντα σβεννύντες τὰ ἐπιπεμπόμενα αὐτοῖς „πεπυρωμένα“ ὑπὸ „τοῦ πονηροῦ“ „βέλη“· ἐπὰν ἔχωσιν ἐν ἑαυτοῖς ποταμοὺς „ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.“ τοὺς μὴ ἐῶντας ἰσχῦσαι τὸ „τοῦ πονηροῦ“ ἀλλὰ εὐχερῶς αὐτὸ λύοντας τῷ κατακλυσμῷ τῶν ἐνθέων καὶ σωτηρίων λογισμῶν, ἐντυπουμένων ἀπὸ τῶν τῆς ἀληθείας θεωρημάτων τῇ τοῦ ἀσκοῦντος εἶναι πνευματικοῦ ψυχῇ.

---

Origenes, De oratione, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg008.local002/.
