# De oratione 31.1

Origen, De oratione, Chapter 31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-oratione/31.1

Δοκεῖ δέ μοι μετὰ ταῦτα οὐκ ἄτοπον εἶναι ὑπὲρ τοῦ πληρωθῆναι τὸ περὶ τῆς εὐχῆς πρόβλημα διαλαβεῖν εἰσαγωγικώτερον περὶ τῆς καταστάσεως καὶ τοῦ σχήματος, ὃ δεῖ ἔχειν τὸν εὐχόμενον, καὶ τόπου, οὗ εὔχεσθαι χρὴ, καὶ κλίματος, εἰς ὃ ἀφορᾶν δεῖ χωρὶς πάσης περιστάσεως. καὶ χρόνου εἰς εὐχὴν ἐπιτηδείου καὶ ἐξαιρέτου, καὶ εἴ τι τούτοις ἐστὶν ὅμοιον. καὶ τὸ μὲν τῆς καταστάσεως εἰς τὴν ψυχὴν ἐγκαταθετέον, τὸ δὲ τοῦ σχήματος εἰς τὸ σῶμα. φησὶ τοίνυν ὁ Παῦλος, ὡς ἐν τοῖς ἀνωτέρω ἐλέγομεν, τὴν κατάστασιν ὑπογράφων ἐν τῷ δεῖν „προσεύχεσθαι“ „χωρὶς ὀργῆς καὶ διαλογισμοῦ,“ τὸ δὲ σχῆμα ἐν τῷ „ἐπαίροντας ὁσίους χεῖρας“· ὅπερ εἰληφέναι μοι δοκεῖ ἀπὸ τῶν ψαλμῶν, οὕτως ἔχον· „ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή“· περὶ δὲ τόπου· „βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ“· περὶ δὲ κλίματος ἐν τῇ Σοφίᾳ Σολομῶντος· „ὅπως γνωστὸν ᾖ ὅτι δεῖ φθάνειν τὸν ἥλιον ἐπ᾿ εὐχαριστίαν σου καὶ πρὸ ἀνατολῆς φωτὸς ἐντυγχάνειν σοι.“

---

Origenes, De oratione, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg008.local002/.
