# De oratione 31.2

Origen, De oratione, Chapter 31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-oratione/31.2

δοκεῖ τοίνυν μοι τὸν μέλλοντα ἥκειν ἐπὶ τὴν εὐχὴν, ὀλίγον ὑποστάντα καὶ ἑαυτὸν εὐτρεπίσαντα, ἐπιστρεφέστερον καὶ εὐτονώτερον πρὸς τὸ ὅλον γενέσθαι τῆς εὐχῆς· πάντα πειρασμὸν καὶ λογισμῶν ταραχὴν ἀποβεβληκότα ἑαυτόν τε ὑπομνήσαντα κατὰ τὸ δυνατὸν τοῦ μεγέθους, ᾧ προσέρχεται, καὶ ὅτι ἀσεβές ἐστι τούτῳ χαῦνον καὶ ἀνειμένον προσελθεῖν καὶ ὡσπερεὶ καταφρονοῦντα, ἀποθέμενον πάντα τὰ ἀλλότρια, οὕτως ἥκειν ἐπὶ τὸ εὔξασθαι, πρὸ τῶν χειρῶν ὡσπερεὶ τὴν ψυχὴν ἐκτείναντα καὶ πρὸ τῶν ὀφθαλμῶν τὸν νοῦν πρὸς τὸν θεὸν ἐντείναντα καὶ πρὸ τοῦ στῆναι διεγείραντα χαμόθεν τὸ ἡγεμονικὸν καὶ στήσαντα αὐτὸ πρὸς τὸν τῶν ὅλων κύριον, πᾶσαν μνησικακίαν τὴν πρός τινα τῶν ἠδικηκέναι δοκούντων ἐπὶ τοσοῦτον ἀποθέμενον, ὅσον τις καὶ αὐτῷ (ἀ)μνησικακεῖν τὸν θεὸν βούλεται, ἠδικηκότι καὶ εἰς πολλοὺς τῶν πλησίον ἡμαρτηκότι ἢ ὁποῖα δή ποτε παρὰ τὸν ὀρθὸν λόγον πεπραγμένα ἑαυτῷ συνειδότι. οὐδὲ διστάσαι γὰρ χρὴ ὅτι, μυρίων καταστάσεων οὐσῶν τοῦ σώματος, τὴν κατάστασιν τὴν μετ᾿ ἐκτάσεως τῶν χειρῶν καὶ ἀνατάσεως τῶν ὀφθαλμῶν πάντων προκριτέον, οἱονεὶ τὴν εἰκόνα τῶν πρεπόντων ἰδιωμάτων τῇ ψυχῇ κατὰ τὴν εὐχὴν φέροντα καὶ ἐπὶ τοῦ σώματος. ταῦτα δὲ λέγομεν χωρὶς πάσης περιστάσεως δεῖν γενέσθαι προηγουμένως· μετὰ γὰρ περιστάσεως δέδοται καθηκόντως ποτὲ καθεζόμενον εὔξασθαι διά τινα νόσον τῶν ποδῶν οὐκ εὐκαταφρόνητον ἢ καὶ κατακείμενον διὰ πυρετοὺς ἢ τοιαύτας ἀσθενείας, καὶ διὰ περιεστῶτα δὲ, φέρε εἰπεῖν, ἐὰν πλέωμεν, ἢ τὰ πράγματα μὴ ἐπιτρέπῃ ἀναχωροῦντας ἡμᾶς ἀποδοῦναι τὴν ὀφειλομένην εὐχὴν, ἔστιν εὔξασθαι μηδὲ προσποιούμενον τοῦτο ποιεῖν.

---

Origenes, De oratione, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg008.local002/.
