Ancient Greek
Chapter 31
Origen, De oratione 31.4
Not analysed yet
καὶ περὶ τόπου δὲ ἰστέον ὅτι πᾶς τόπος ἐπιτήδειος εἰς τὸ εὔξασθαι ὑπὸ τοῦ καλῶς εὐχομένου γίνεται· „ἐν παντὶ“ γὰρ „τόπῳ θυμίαμά μοι προσάγετε,“ „λέγει κύριος,“ καὶ „βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ. “ἔχει δὲ καὶ τεταγμένον ὑπὲρ τοῦ ἐφ᾿ ἡσυχίας μὴ περισπώμενον τὰς εὐχὰς ἐπιτελεῖν ἕκαστον, ἐπιλεξάμενον τοῦ ἰδίου οἴκου, ἐὰν ἐγχωρῇ, τὸ σεμνότερον, ἵν᾿ οὕτως εἴπω, χωρίον, οὕτως εὔχεσθαι, πρὸς τῷ καθολικῷ τῆς περὶ αὐτοῦ ἐξετάσεως ἐπισκοποῦντα εἰ ἐν τῷδε τῷ τόπῳ, ᾧ εὔχεται, οὐ παρανενόμηταί ποτε καὶ παρὰ τὸν ὀρθὸν λόγον πεποίηται· οἱονεὶ γὰρ οὐ μόνον ἑαυτὸν ἀλλὰ καὶ τὸν τόπον τῆς ἰδίας εὐχῆς τοιοῦτον πεποίηκεν, ὡς φυγεῖν ἐκεῖθεν τὴν ἐπισκοπὴν τοῦ θεοῦ. ἐπισκοποῦντι δέ μοι ἐπὶ πλεῖον καὶ περὶ τούτου τοῦ τόπου λεκτέον δόξαν μὲν ἄν τι εἶναι βαρὺ τάχα δὲ τῷ ἐπιμελῶς αὐτὸ βασανίζοντι οὐκ εὐκαταφρόνητον. ἐν γὰρ τῷ τόπῳ τῆς (οὐ) παρανόμου μίξεως ἀλλὰ ὑπὸ τοῦ ἀποστολικοῦ λόγου „κατὰ συγγνώμην οὐ κατ᾿ ἐπιταγὴν“ συγκεχωρημένης ἐξεταστέον εἰ ὅσιόν ἐστι καὶ καθαρὸν ἐντυγχάνειν τῷ θεῷ· εἰ γὰρ σχολάσαι „τῇ προσευχῇ“ ὃν τρόπον χρὴ οὐχ οἷόν τε ἐστὶν. ἐὰν μὴ „ἐκ συμφώνου πρὸς καιρὸν“ τούτῳ τις ἑαυτὸν ἐπιδῷ, τάχα καὶ περὶ τοῦ τόπου, ἐὰν ἐγχωρῇ, θεωρητέον.