# De oratione 31.5

Origen, De oratione, Chapter 31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-oratione/31.5

ἔχει δέ τι ἐπίχαρι εἰς ὠφέλειαν τόπος εὐχῆς, τὸ χωρίον τῆς ἐπὶ τὸ αὐτὸ τῶν πιστευόντων συνελεύσεως, ὡς εἰκὸς. καὶ ἀγγελικῶν δυνάμεων ἐφισταμένων τοῖς ἀθροίσμασι τῶν πιστευόντων καὶ αὐτοῦ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν δυνάμεως ἤδη δὲ καὶ πνευμάτων ἁγίων, οἶμαι δὲ ὅτι καὶ προκεκοιμημένων, σαφὲς δὲ ὅτι καὶ ἐν τῷ βίῳ περιόντων, εἰ καὶ τὸ πῶς οὐκ εὐχερὲς εἰπεῖν. καὶ περὶ μὲν ἀγγέλων οὕτως ἐπιλογιστέον· εἰ „παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτοὺς,“ καὶ ἀληθεύει ὁ Ἰακὼβ οὐ περὶ ἑαυτοῦ μόνον ἀλλὰ καὶ περὶ πάντων τῶν ἀνακειμένων τῷ θεῷ τῷ συνιέντι λέγων· „ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν,“ εἰκός ἐστι, πλειόνων συνεληλυθότων γνησίως εἰς δόξαν Χριστοῦ, παρεμβαλεῖν τὸν ἑκάστου ἄγγελον τὸν „κύκλῳ“ ἑκάστου „τῶν φοβουμένων“ μετὰ τούτου τοῦ ἀνδρὸς, ὅν φρουρεῖν καὶ οἰκονομεῖν πεπίστευται· ὥστ᾿ εἶναι ἐπὶ τῶν ἁγίων συναθροιζομένων διπλῆν ἐκκλησίαν, τὴν μὲν ἀνθρώπων τὴν δὲ ἀγγέλων. καὶ εἰ μόνου τοῦ Τωβὴτ ὁ Ῥαφαήλ φησιν εἰς „μνημόσυνον“ ἀνενηνοχέναι τὴν προσευχὴν καὶ μετ᾿ αὐτὸν Σάῤῥας, τῆς ὑστέρως νύμφης γενομένης αὐτοῦ διὰ τὸ γεγαμῆσθαι αὐτὴν τῷ Τοβίᾳ, τί λεκτέον, πλειόνων ἐν τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ συνοδευόντων καὶ σωματοποιουμένων ἐν Χριστῷ; περὶ δὲ τῆς δυνάμεως τοῦ κυρίου συμπαρούσης τῇ ἐκκλησίᾳ ὁ Παῦλός φησι· „συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου Ἰησοῦ,“ ὡς δυνάμεως „τοῦ κυρίου Ἰησοῦ“ συναπτομένης οὐ μόνον μετὰ Ἐφεσίων ἀλλὰ καὶ Κορινθίων. καὶ εἰ ὁ ἔτι τὸ σῶμα περικείμενος Παῦλος συνάρασθαι νενόμικε τῷ ἑαυτοῦ πνεύματι ἐν τῇ Κορίνθῳ, οὐκ ἀπογνωστέον οὕτω καὶ τοὺς ἐξεληλυθότας μακαρίους φθάνειν τῷ. πνεύματι τάχα μᾶλλον τοῦ ὄντος ἐν τῷ σώματι ἐπὶ τὰς ἐκκλησίας· διόπερ οὐ καταφρονητέον τῶν ἐν αὐταῖς εὐχῶν, ὡς ἐξαίρετόν τι ἐχουσῶν τῷ γνησίως συνερχομένῳ αὐτῶν.

---

Origenes, De oratione, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg008.local002/.
