Ancient Greek
33.4 to 33.6
Origen, De oratione 33.4-6
Not analysed yet
τῶν δὲ ἐξομολογήσεων παράδειγμα· „ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με,“ καὶ ἐν ἄλλοις· „προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου· ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. “τῶν δὲ αἰτήσεων ἐν εἰκοστῷ ἑβδόμῳ ψαλμῷ· „μὴ συνελκύσῃς με μετὰ ἁμαρτωλῶν, καὶ μετὰ ἐργαζομένων ἀδικίαν μὴ συναπολέσῃς με,“ καὶ εἴ τι τούτοις ὅμοιον. εὔλογον δὲ ἀρξάμενον ἀπὸ δοξολογίας εἰς δοξολογίαν καταλήγοντα καταπαύειν τὴν εὐχὴν, ὑμνοῦντα καὶ δοξάζοντα τὸν τῶν ὅλων πατέρα „διὰ Ἰησοῦ Χριστοῦ“ ἐν ἁγίῳ πνεύματι, „ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. “