Ancient Greek
Chapter 4
Origen, De oratione 4.2
Not analysed yet
δύναται μέντοι γε τὶς οὐκ ἀπιθάνως ἐνταῦθα, ἐπιστήσας τῷ „προσηύξατο πρὸς κύριον“ „καὶ ηὔξατο εὐχὴν,“ εἰπεῖν ὅτι, εἰ τὰ δύο πεποίηκε, τουτέστι „προσηύξατο πρὸς κύριον“ „καὶ ηὔξατο εὐχὴν,“ μή ποτε τὸ μὲν „προσηύξατο“ ἐπὶ τῆς συνήθως ἡμῖν ὀνομαζομένης τέτακται εὐχῆς τὸ δὲ „ηὔξατο εὐχὴν“ ἐπὶ τοῦ ἐν Λευϊτικῷ καὶ Ἀριθμοῖς τεταγμένου σημαινομένου. τὸ γὰρ „δώσω αὐτὸν κυρίῳ δοτὸν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ“ κυρίως οὐκ ἔστι προσευχὴ ἀλλ᾿ ἐκείνη ἡ εὐχὴ, ἥντινα καὶ Ἰεφθάε ηὔξατο ἐν τούτοις· „καὶ ηὔξατο Ἰεφθάε εὐχὴν τῷ κυρίῳ καὶ εἶπεν· ἐὰν παραδώσει παραδῷς μοι τοὺς υἱοὺς Ἀμμὼν ἐν χειρί μου, καὶ ἔσται ὃς ἐὰν ἐξέλθῃ ἐκ τῶν θυρῶν τοῦ οἴκου μου εἰς ἀπάντησίν μου ἐν τῷ ἐπιστρέψαι με ἐν εἰρήνῃ ἀπὸ τῶν υἱῶν Ἀμμὼν, καὶ ἔσται τῷ κυρίῳ, καὶ ἀνοίσω αὐτὸν ὁλοκαύτωμα. “