# De oratione 5.3

Origen, De oratione, Chapter 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-oratione/5.3

εἰκὸς (δὲ) τῷ θεῷ οὐ μόνον προεγνῶσθαι τὰ ἐσόμενα ἀλλὰ καὶ προδιατετάχθαι. καὶ μηδὲν αὐτῷ παρὰ τὰ προδιατεταγμένα γίνεσθαι. ὥσπερ οὖν εἴ τις εὔχοιτο ἀνατέλλειν τὸν ἥλιον, ἠλίθιος ἂν νομίζοιτο. τὸ καὶ χωρὶς τῆς εὐχῆς αὐτοῦ ἐσόμενον διὰ τῆς εὐχῆς γενέσθαι ἀξιῶν· οὕτως ἀνόητος ἂν εἴη ἄνθρωπος, ὅστις οἴεται διὰ τὴν ἑαυτοῦ εὐχὴν γίνεσθαι τὰ καὶ μὴ εὐξαμένου αὐτοῦ πάντως ἐσόμενα ἄν, πάλιν τε αὖ ὥσπερ πᾶσαν μανίαν ὑπερβάλλει ὁ διὰ τὸ ἐνοχλεῖσθαι ὑπὸ τοῦ ἡλίου γενομένου ἐν θεριναῖς τροπαῖς καὶ καυσοῦσθαι οἰόμενος διὰ τῆς εὐχῆς μεταστήσεσθαι τὸν ἥλιον ἐπὶ τὰ ἐαρινὰ σημεῖα, ἵνα εὐκράτου ἀπολαύῃ τοῦ ἀέρος· οὕτως τὰ ἀναγκαίως συμβαίνοντα περιστατικὰ τῷ ἀνθρώπων γένει εἴ τις οἴοιτο διὰ τὸ εὔχεσθαι μὴ πείσεσθαι, πᾶσαν (ἂν), ὑπερβάλοι μελαγχολίαν.

---

Origenes, De oratione, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg008.local002/.
