Ancient Greek
Chapter 9
Origen, De oratione 9.1
Not analysed yet
Κατασκευαστέον δὲ ἀπὸ τῶν θείων γραφῶν τὰ εἰρημένα τοῦτον τὸν τρόπον. ἐπαίρειν δεῖ „ὁσίας χεῖρας“ τὸν εὐχόμενον διὰ τοῦ ἀφιέναι ἑκάστῳ τῶν εἰς αὐτὸν πεπλημμεληκότων, τὸ τῆς ὀργῆς πάθος ἐξαφανίσαντα ἀπὸ τῆς ψυχῆς καὶ μηδενὶ θυμούμενον. πάλιν τε δεῖ ὑπὲρ τοῦ μὴ ἐπιθολοῦσθαι τὸν νοῦν ὑπὸ ἑτέρων λογισμῶν πάντων ἐπιλελῆσθαι τῶν ἔξω τῆς εὐχῆς κατὰ τὸν καιρὸν, ἐν ᾧ τις εὔχεται, (τοιοῦτον δὲ εἶναι πῶς οὐκ ἔστι μακαριώτατον;) ὡς διδάσκει Παῦλος ἐν τῇ προτέρᾳ πρὸς Τιμόθεον λέγων· „βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν. “ἀλλὰ πρὸς τούτοις τὴν γυναῖκα χρὴ ἔχειν μάλιστα εὐχομένην τὸ κατεσταλμένον καὶ τὸ κόσμιον ψυχῇ καὶ σώματι, πάντων μᾶλλον ἐξαιρέτων καὶ ὅτε εὔχεται αἰδουμένην τὸν θεὸν καὶ πᾶσαν ἀκόλαστον καὶ γυναικείαν ὑπόμνησιν ἐξορίσασαν ἀπὸ τοῦ ἡγεμονικοῦ καὶ κεκοσμημένην οὐκ „ἐν πλέγμασι καὶ χρυσῷ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ“ ἀλλ᾿ οἷς πρέπον ἐστὶ κεκοσμῆσθαι γυναῖκα θεοσέβειαν ἐπαγγελλομένην (θαυμάζω δὲ εἰ διστάξαι τις ἂν μακαρίαν ἐκ μόνης τῆς τοιαύτης καταστάσεως ἀποφήνασθαι τὴν εἰς τὸ εὔχεσθαι τοιαύτην ἑαυτὴν παραστήσασαν). ὡς ἐδίδαξεν ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ Παῦλος λέγων· „γυναῖκας ὡσαύτως ἐν καταστολῇ κοσμίῳ, μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτὰς, μὴ ἐν πλέγμασι καὶ χρυσῷ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ ἀλλὰ, ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι᾿ ἔργων ἀγαθῶν. “