Ancient Greek
Chapter 9
Origen, De oratione 9.3
Not analysed yet
εἰ δὲ μέγιστόν ἐστι κατόρθωμα ἀμνησικακία ὡς κατὰ τὸν προφήτην Ἱερεμίαν. πάντα ἀνακεφαλαιοῦσθαι τὸν νόμον ἐν αὐτῷ λέγοντα· „οὐ ταῦτα ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν ἐκπορευομένων αὐτῶν ἐκ τῆς Αἰγύπτου, ἀλλὰ τοῦτο ἐνετειλάμην· ἕκαστος τῷ πλησίον ἐν τῇ καρδίᾳ μὴ μνησικακείτω. “ἀπὸ μνησικακίας δὲ ἥκοντες ἐπὶ τὸ εὔχεσθαι τὴν τοῦ σωτῆρος φυλάσσομεν ἐντολὴν, λέγοντος· „ἐὰν στήκητε προσευχόμενοι. ἀφίετε εἴ τι ἔχετε κατά τινος,“ δῆλον ὅτι τοιοῦτοι ἱστάμενοι πρὸς τὸ εὔξασθαι τὰ κάλλιστα ἤδη κεκτήμεθα.