Ancient Greek · ~8 min
Book 3, Chapter 1
Origen, De principiis 3.1.12
Not analysed yet
Ἀλλ' ἐπεὶ δυσπειθεῖς αἱ τοιαῦται διηγήσεις καὶ βίαιοι εἶναι νομίζονται, ἴδωμεν καὶ ἀπὸ προφητικοῦ λόγου, τί φασιν οἱ πολλῆς χρηστότητος θεοῦ πεπειραμένοι καὶ †μὴ† βιώσαντες καλῶς, ἀλλὰ μετὰ ταῦτα ἁμαρτήσαντες. „τί ἐπλάνησας ἡμᾶς, κύριε, ἀπὸ τῆς ὁδοῦ σου; ἵνα τί ἐσκλήρυνας ἡμῶν τὴν καρδίαν, τοῦ μὴ φοβεῖσθαι τὸ ὄνομά σου; ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου, ἵνα μικρόν τι κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου“· καὶ ἐν τῷ Ἱερεμίᾳ· „ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην, ἐκράτησας καὶ ἐδυνάσθης“. τὸ γὰρ „ἵνα τί ἐσκλήρυνας ἡμῶν τὴν καρδίαν, τοῦ μὴ φοβεῖσθαι τὸ ὄνομά σου; “λεγόμενον ὑπὸ τῶν ἐλεηθῆναι παρακαλούντων, ἐν ἤθει λεγόμενον τοιοῦτόν ἐστιν· ἵνα τί ἐπὶ τοσοῦτον ἐφείσω ἡμῶν, οὐκ ἐπισκεπτόμενος ἡμᾶς ἐπὶ ταῖς ἁμαρτίαις, ἀλλὰ καταλιπὼν ἕως εἰς μέγεθος ἔλθῃ πταισμάτων τὰ ἡμέτερα; ἐγκαταλείπει δὲ μὴ κολαζομένους τοὺς πλείονας, ἵνα τε τὰ ἑκάστου ἤθη ἐκ τοῦ ἐφ' ἡμῖν ἐξετασθῇ, καὶ φανεροὶ μὲν ἐκ τῆς γενομένης βασάνου οἱ κρείττους γένωνται, οἱ δὲ λοιποὶ μὴ λαθόντες—οὐχὶ θεὸν (‘πάντα γὰρ οἶδε πρὸ γενέσεως αὐτῶν’), ἀλλὰ τὰ λογικὰ καὶ ἑαυτούς, ὕστερον τύχωσιν ὁδοῦ θεραπείας, οὐκ ἂν ἐγνωκότες τὴν εὐεργεσίαν, εἰ μὴ ἑαυτῶν κατεγνώκεισαν· ὅπερ συμφέρει ἑκάστῳ, ἵνα αἴσθηται τῆς ἰδιότητος τῆς ἑαυτοῦ καὶ τῆς χάριτος τῆς τοῦ θεοῦ. ὁ δὲ μὴ αἰσθανόμενος τῆς ἰδίας ἀσθενείας καὶ τῆς θείας χάριτος, κἂν εὐεργετῆται μὴ ἑαυτοῦ πεπειραμένος μηδὲ ἑαυτοῦ κατεγνωκώς, οἰήσεται ἴδιον εἶναι ἀνδραγάθημα τὸ ἀπὸ τῆς οὐρανίου χάριτος αὐτῷ ἐπιχορηγηθέν. τοῦτο δέ, οἴημα ἐμποιῆσαν καὶ φυσίωσιν, αἴτιον ἔσται καταπτώσεως· ὅπερ νομίζομεν καὶ περὶ τὸν διάβολον γεγονέναι, ἑαυτῷ χαρισάμενον ἃ εἶχε προτερήματα, ὅτε ἄμωμος ἦν. ‘πᾶς γὰρ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὡς πᾶς ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται’. κατανόει δὲ ὅτι διὰ τοῦτο ‘ἀποκέκρυπται ἀπὸ σοφῶν καὶ συνετῶν’ τὰ θεῖα, ‘ἵνα’, ὥς φησιν ὁ ἀπόστολος, ‘μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ θεοῦ’· ‘καὶ ἀποκεκάλυπται νηπίοις’, τοῖς μετὰ τὴν νηπιότητα ἐπὶ τὰ κρείττονα ἐληλυθόσι καὶ μεμνημένοις ὅτι οὐ παρὰ τὴν ἑαυτῶν αἰτίαν τοσοῦτον ὅσον παρὰ τὴν ἄρρητον εὐεργεσίαν ἐπὶ πλεῖστον ὅσον μακαριότητος ἐληλύθασιν.