Ancient Greek · ~6 min
Book 3, Chapter 1
Origen, De principiis 3.1.22
Not analysed yet
Εἰ δ' ἅπαξ προσιέμεθα εἶναί τινας πρεσβυτέρας αἰτίας τοῦ ‘σκεύους τῆς τιμῆς’ καὶ τοῦ ‘σκεύους τῆς ἀτιμίας’, τί ἄτοπον ἀνελθόντας εἰς τὸν περὶ ψυχῆς τόπον <νοεῖν> πρεσβύτερα αἴτια τοῦ τὸν Ἰακὼβ ἠγαπῆσθαι καὶ τὸν Ἠσαῦ μεμισῆσθαι γεγονέναι εἰς τὸν Ἰακὼβ πρὸ τῆς ἐνσωματώσεως καὶ εἰς τὸν Ἠσαῦ πρὸ τοῦ εἰς τὴν κοιλίαν τῆς Ῥεβέκκας γενέσθαι; ἅμα δὲ σαφῶς δηλοῦται ὅτι ὅσον ἐπὶ τῇ ὑποκειμένῃ φύσει, ὥσπερ εἷς ὑπόκειται τῷ κεραμεῖ ‘πηλός’, ἀφ' οὗ ‘φυράματος’ γίνεται ‘εἰς τιμὴν καὶ εἰς ἀτιμίαν σκεύη’, οὕτω μιᾶς φύσεως πάσης ψυχῆς ὑποκειμένης τῷ θεῷ καὶ ἵν' οὕτως εἴπω ἑνὸς ‘φυράματος’ ὄντος τῶν λογικῶν ὑποστάσεων, πρεσβύτερά τινα αἴτια πεποίηκεν ‘τούσδε μὲν εἶναι εἰς τιμὴν τούσδε δὲ εἰς ἀτιμίαν’. εἰ δὲ ἐπιπλήσσει ἡ λέξις τοῦ ἀποστόλου ἡ λέγουσα· „μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; “τάχα διδάσκει ὅτι ὁ μὲν παρρησίαν ἔχων πρὸς τὸν θεὸν καὶ πιστὸς καὶ εὖ βιοὺς οὐκ ἂν ἀκούσαι· „σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; “ὁποῖος ἦν Μωσῆς· „Μωσῆς γὰρ ἐλάλει, ὁ δὲ θεὸς αὐτῷ ἀπεκρίνατο φωνῇ“· καὶ ὡς ἀποκρίνεται ὁ θεὸς πρὸς Μωσέα, οὕτως ἀποκρίνεται καὶ ὁ ἅγιος πρὸς τὸν θεόν. ὁ δὲ ταύτην μὴ κτησάμενος τὴν παρρησίαν, δηλονότι ἢ ἀπολωλεκὼς ἢ περὶ τούτων οὐ κατὰ φιλομάθειαν ἀλλὰ κατὰ φιλονεικίαν ζητῶν καὶ διὰ τοῦτο λέγων· „τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; “οὗτος ἂν ἄξιος εἴη τῆς ἐπιπλήξεως τῆς λεγούσης· „μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; “