Ancient Greek · ~4 min
Book 4, Chapter 1
Origen, De principiis 4.1.4
Not analysed yet
Καὶ ἐν τῇ τοῦ Δευτερονομίου δὲ ᾠδῇ προφητικῶς δηλοῦται ἡ διὰ τὰ ἁμαρτήματα τοῦ προτέρου λαοῦ ἐσομένη τῶν ἀσυνέτων ἐθνῶν ἐκλογή, οὐ δι' ἄλλου τινὸς ἢ τοῦ Ἰησοῦ γεγενημένη. „αὐτοὶ“ γάρ φησι „παρεζήλωσάν με ἐπ' οὐ θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει, καὶ ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς“. καὶ ἔστι σφόδρα σαφῶς καταλαβεῖν δυνατόν, τίνα τρόπον οἱ λεγόμενοι ‘παρεζηλωκέναι τὸν θεὸν’ Ἑβραῖοι ‘ἐπὶ τῷ οὐ θεῷ’ καὶ ‘παρωργικέναι αὐτὸν ἐν τοῖς εἰδώλοις αὐτῶν’ ‘παρωργίσθησαν’ εἰς ζηλοτυπίαν ‘ἐπὶ τῷ οὐκ ἔθνει’, τῷ ‘ἀσυνέτῳ ἔθνει’, ὅπερ ὁ θεὸς ‘ἐξελέξατο’ διὰ τῆς ἐπιδημίας Χριστοῦ Ἰησοῦ καὶ τῶν μαθητῶν αὐτοῦ. ‘βλέπομεν’ οὖν ‘τὴν κλῆσιν ἡμῶν, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεός, ἵνα καταισχύνῃ τοὺς σοφούς, καὶ τὰ ἀγενῆ καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ θεὸς καὶ τὰ μὴ ὄντα, ἵνα ἐκεῖνα τὰ πρότερον ὄντα καταργήσῃ, καὶ μὴ καυχήσηται’ ‘ὁ κατὰ σάρκα Ἰσραήλ’ (καλούμενος ὑπὸ τοῦ ἀποστόλου ‘σάρξ’) ‘ἐνώπιον τοῦ θεοῦ’.