Ancient Greek · ~5 min
Book 4, Chapter 3
Origen, De principiis 4.3.11
Not analysed yet
<. . . >Κέκρυπται δέ, ὡς ἡγούμεθα, ἐν ταῖς ἱστορίαις ταῦτα. καὶ γὰρ „ἡ βασιλεία τῶν οὐρανῶν ὁμοία ἐστὶ θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν ὁ εὑρὼν ἔκρυψε καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πάντα ὅσα ἔχει πωλεῖ καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον“. καὶ ἐπιστήσωμεν εἰ μὴ τὸ βλεπόμενον τῆς γραφῆς καὶ τὸ ἐπιπόλαιον αὐτῆς καὶ πρόχειρον ὁ πᾶς ἐστιν ‘ἀγρὸς’ πλήρης παντοδαπῶν τυγχάνων φυτῶν, τὰ δὲ ἐναποκείμενα καὶ οὐ πᾶσιν ὁρώμενα ἀλλ' ὡσπερεὶ ὑπὸ τὰ βλεπόμενα φυτὰ κατορωρυγμένα ‘οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι’, οὕστινας τὸ πνεῦμα διὰ τοῦ Ἡσαΐου ‘σκοτεινοὺς καὶ ἀοράτους καὶ ἀποκρύφους’ καλεῖ, δεομένους, ἵν' εὑρεθῶσι, θεοῦ τοῦ μόνου δυναμένου τὰς κρυπτούσας αὐτοὺς ‘χαλκᾶς πύλας συντρῖψαι’ καὶ τοὺς ‘σιδηροῦς’ ἐπικειμένους ‘ταῖς θύραις μοχλοὺς συνθλάσαι’, ἵν' εὑρεθῇ πάντα τὰ ἐν τῇ Γενέσει περὶ τῶν διαφόρων ἀληθινῶν ψυχῆς γενῶν καὶ οἱονεὶ σπερμάτων, ἐγγύς που τοῦ Ἰσραὴλ ἢ πόρρω τυγχανόντων, καὶ ἡ ‘εἰς Αἴγυπτον κάθοδος τῶν ἑβδομήκοντα ψυχῶν’, ὅπως ἐκεῖ γένωνται „ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει“. ἀλλ' ἐπεὶ οὐ πάντες οἱ ἐξ αὐτῶν ‘φῶς’ εἰσι ‘τοῦ κόσμου’ („οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραήλ“), γίνονται ἐκ τῶν ἑβδομήκοντα „καὶ ὡσεὶ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος“.