Ancient Greek · ~8 min
Book 4, Chapter 3
Origen, De principiis 4.3.4
Not analysed yet
Ταῦτα δὲ ἡμῖν πάντα εἴρηται ὑπὲρ τοῦ δεῖξαι ὅτι σκοπὸς τῇ δωρουμένῃ ἡμῖν θείᾳ δυνάμει τὰς ἱερὰς γραφάς ἐστιν οὐχὶ τὰ ὑπὸ τῆς λέξεως παριστάμενα μόνα ἐκλαμβάνειν, ἐνίοτε τούτων ὅσον ἐπὶ τῷ ῥητῷ οὐκ ἀληθῶν ἀλλὰ καὶ ἀλόγων καὶ ἀδυνάτων τυγχανόντων, καὶ ὅτι προσύφανταί τινα τῇ γενομένῃ ἱστορίᾳ καὶ τῇ κατὰ τὸ ῥητὸν χρησίμῳ νομοθεσίᾳ. ἵνα δὲ μὴ ὑπολάβῃ τις ἡμᾶς ἐπὶ πάντων τοῦτο λέγειν, ὅτι οὐδεμία ἱστορία γέγονεν, ἐπεί τις οὐ γέγονε, καὶ οὐδεμία νομοθεσία κατὰ τὸ ῥητὸν τηρητέα ἐστίν, ἐπεί τις κατὰ τὴν λέξιν ἄλογος τυγχάνει ἢ ἀδύνατος, ἢ ὅτι τὰ περὶ τοῦ σωτῆρος γεγραμμένα κατὰ τὸ αἰσθητὸν οὐκ ἀληθεύεται, ἢ ὅτι οὐδεμίαν νομοθεσίαν αὐτοῦ καὶ ἐντολὴν φυλακτέον· λεκτέον ὅτι σαφῶς ἡμῖν παρίσταται περί τινων τὸ τῆς ἱστορίας εἶναι ἀληθές, ὡς ὅτι Ἀβραὰμ ἐν τῷ διπλῷ σπηλαίῳ ἐτάφη ἐν Χεβρὼν καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ ἑκάστου τούτων μία γυνή, καὶ ὅτι Σίκιμα μερὶς δέδοται τῷ Ἰωσήφ, καὶ Ἰερουσαλὴμ μητρόπολίς ἐστι τῆς Ἰουδαίας, ἐν ᾗ ᾠκοδόμητο ὑπὸ Σολομῶντος ναὸς θεοῦ, καὶ ἄλλα μυρία. πολλῷ γὰρ πλείονά ἐστι τὰ κατὰ τὴν ἱστορίαν ἀληθευόμενα τῶν προσυφανθέντων γυμνῶν πνευματικῶν. πάλιν τε αὖ τίς οὐκ ἂν εἴποι τὴν λέγουσαν ἐντολήν· „τίμα τὸν πατέρα καὶ τὴν μητέρα, ἵνα εὖ γένηταί σοι“, χωρὶς πάσης ἀναγωγῆς χρησίμην τυγχάνειν καὶ τηρητέαν γε, καὶ τοῦ ἀποστόλου Παύλου χρησαμένου αὐτῇ αὐτολεξεί; τί δὲ δεῖ λέγειν περὶ τοῦ· „οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις“; καὶ πάλιν ἐν τῷ εὐαγγελίῳ ἐντολαί εἰσι γεγραμμέναι οὐ ζητούμεναι, πότερον αὐτὰς κατὰ τὴν λέξιν τηρητέον ἢ οὔ, ὡς ἡ φάσκουσα· „ἐγὼ δὲ λέγω ὑμῖν, ὃς ἐὰν ὀργισθῇ τῷ ἀδελφῷ αὐτοῦ“ καὶ τὰ ἑξῆς, καί· „ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως“. καὶ παρὰ τῷ ἀποστόλῳ τὸ ῥητὸν τηρητέον· „νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας“, εἰ καὶ παρὰ τοῖς φιλοτιμοτέροις δύναται σώζειν ἕκαστον αὐτῶν, μετὰ τοῦ μὴ ἀθετεῖσθαι τὴν κατὰ τὸ ῥητὸν ἐντολήν, ‘βάθη σοφίας θεοῦ’.