# De principiis 4.3.8

Origen, De principiis, Book 4, Chapter 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/de-principiis/4.3.8

Εἰ δὲ πληκτικά ἐστι τὰ περὶ τοῦ Ἰσραὴλ καὶ τῶν φυλῶν καὶ τῶν δήμων αὐτοῦ ἡμῖν εἰρημένα, ἐπὰν φάσκῃ ὁ σωτήρ· „οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ“, οὐκ ἐκλαμβάνομεν ταῦτα ὡς οἱ πτωχοὶ τῇ διανοίᾳ Ἐβιωναῖοι, τῆς πτωχείας τῆς διανοίας ἐπώνυμοι (‘ἐβίων’ γὰρ ὁ πτωχὸς παρ' Ἑβραίοις ὀνομάζεται), ὥστε ὑπολαβεῖν ἐπὶ τοὺς σαρκίνους Ἰσραηλίτας προηγουμένως τὸν Χριστὸν ἐπιδεδημηκέναι. „οὐ“ γὰρ „τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ θεοῦ“. πάλιν ὁ ἀπόστολος περὶ τῆς Ἱερουσαλὴμ τοιαῦτά τινα διδάσκει, ὅτι „ἡ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ ἡμῶν“. καὶ ἐν ἄλλῃ ἐπιστολῇ· „ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς“. εἰ τοίνυν ἐστὶν ἐν ψυχῶν γένει ὁ Ἰσραήλ, καὶ ἐν οὐρανῷ τις πόλις Ἱερουσαλήμ, ἀκολουθεῖ τὰς πόλεις Ἰσραὴλ μητροπόλει χρῆσθαι τῇ ἐν οὐρανοῖς Ἱερουσαλὴμ καὶ ἀκολούθως τῇ πάσῃ Ἰουδαίᾳ. ὅσα τοιγαροῦν προφητεύεται περὶ Ἱερουσαλὴμ καὶ λέγεται περὶ αὐτῆς, εἰ †θεοῦ ὡς θεοῦ† ἀκούωμεν καὶ σοφίαν φθεγγομένου, περὶ τῆς ἐπουρανίου πόλεως καὶ παντὸς τοῦ τόπου τοῦ περιεκτικοῦ τῶν πόλεων τῆς ἁγίας γῆς νοητέον τὰς γραφὰς ἀπαγγέλλειν. τάχα γὰρ ὁ σωτὴρ ἐπ' ἐκείνας ἡμᾶς ἀνάγων τὰς πόλεις, τοῖς εὐδοκιμήσασιν ἐν τῷ τὰς μνᾶς καλῶς ᾠκονομηκέναι ἐπιστασίαν δίδωσι ‘δέκα’ ἢ ‘πέντε πόλεων’.

---

Origenes Theol., De principiis. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg002.local001/.
