# Dialogus cum Heraclide 16

Origen, Dialogus cum Heraclide, Section 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/dialogus-cum-heraclide/16

καὶ ἀρχέτωσαν’ καὶ τὰ ἑξῆς· ‘Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον’ οὐ ‘χοῦν ἀπὸ τῆς γῆς’ λαβὼν ὡς ἐπὶ τοῦ δευτέρου, ἀλλὰ ‘κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν’. Ὅτι δὲ τὸ ‘κατ' εἰκόνα Θεοῦ’ οὐ μόνος Μωϋσῆς οἶδεν ἄϋλον, κρεῖττον πάσης σωματικῆς ὑποστάσεως, ἀλλὰ καὶ ὁ ἀπόστολος, παρίστησιν ἡ λέξις αὐτοῦ λέγοντος· ‘Ἐκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτίσαντος.’ Δύο οὖν καθ' ἕκαστον ἡμῶν εἰσιν ἄνθρωποι. Πῶς λέγεται ‘ψυχὴ πάσης σαρκὸς αἷμά ἐστιν’; Μέγα τὸ πρόβλημά ἐστιν. Ὡς οὖν ὁμωνυμεῖ ὁ ἔξω ἄνθρωπος τῷ ἔσω, οὕτω καὶ τὰ μέλη αὐτοῦ, ὥστε εἰπεῖν ὅτι πᾶν μέλος τοῦ ἔξω ἀνθρώπου ὀνομάζεται καὶ κατὰ τὸν ἔσω ἄνθρωπον. Ὀφθαλμοὺς ἔχει ὁ ἔξω ἄνθρωπος, καὶ ὁ ἔσω λέγεται ἔχειν ὀφθαλμούς· ‘Φώτισον τοὺς ὀφθαλμούς μου, μή ποτε ὑπνώσω εἰς θάνατον.’ Οὐ περὶ τούτων τῶν ὀφθαλμῶν λέγει, οὔτε περὶ τοῦ αἰσθητοῦ ὕπνου, οὔτε περὶ τοῦ κοινοῦ θανάτου. ‘Ἡ ἐντολὴ Κυρίου τηλαυγὴς φωτίζουσα ὀφθαλμούς’· οὐχὶ ἐκ τοῦ τηρεῖν τὰς ἐντολὰς τοῦ Κυρίου ὀξυδερκέστεροι γινόμεθα κατὰ τὸ σῶμα, ἀλλ' ἐκ τοῦ τηρεῖν τὰς θείας ἐντολὰς κατὰ τὸν νοῦν γινόμεθα ὀξυδερκέστεροι. Οἱ ὀφθαλμοὶ τοῦ ἔσω ἀνθρώπου μᾶλλον ἡμῶν διαβλέπουσιν· ‘Ἀποκάλυψον τοὺς

---

Origenes Theol., Dialogus cum Heraclide. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg018.local001/.
