# Dialogus cum Heraclide 23

Origen, Dialogus cum Heraclide, Section 23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/dialogus-cum-heraclide/23

Εἰ νενόηται ἡ ψυχή, καὶ νενόηται κατὰ τὸν ἔσω ἄνθρωπον, καὶ νενόηται ὅτι ἐν ἐκείνῃ ἐστὶν τὸ ‘κατ' εἰκόνα’, δῆλον ὅτι καλῶς ὁ Παῦλος λέγει· ‘Κάλλιον γ[ὰ]ρ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι.’ Πρὸ τῆς ἀναστάσεως σὺν Χριστῷ ἐστιν ὁ [δ]ίκαιος καὶ ἐν αὐτῇ τῇ ψυχῇ ζῇ μετ[ὰ] Χριστοῦ. Διὰ τοῦτο ‘κάλλιον γὰρ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι’. Κατὰ δὲ ὑμᾶς τοὺς λέγοντας ὅτι ἡ ψυχὴ κεῖται ἐν τῷ μνημείῳ μετὰ τοῦ σώματος, οὐκ ἐξῆλθεν ἀπὸ τοῦ σώματος, οὐκ ἀναπαύεται, οὐ γέγονεν ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ, οὐκ ἀναπαύεται [ἐ]ν κόλποις Ἀβραάμ· κατὰ δὲ ὑμᾶς [τ]οὺς τὰ τοσαῦτα λέγοντας οὐ ‘κάλλιον ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι’· οὐ γὰρ σὺν Χριστῷ ἐστιν ἅμα τῷ ἀναλῦσαι, εἰ ἡ ψυχὴ αἷμα. Εἰ ἡ ψυχὴ κεῖται ἐν τοῖς μνημείοις, πῶς δύναται ‘εἶναι σὺν Χριστῷ’; Κατὰ δὲ ἐμὲ καὶ τὸν λόγον τοῦ Θεοῦ, ἡ ἀναλύσασα ἀπὸ τῶν καμάτων, ἡ ἀναλύσασα ἀπὸ τῶν ἱδρώτων ψυχή, ἡ ἀπολυθεῖσα τοῦ σώματος, ἡ δυναμένη λέγειν ‘Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, μετ' εἰρήνης’, ἐξέρχεται ἐν εἰρήνῃ καὶ μετὰ Χριστοῦ ἀναπαύεται. Οὕτως ἡ ψυχὴ τοῦ Ἀβραὰμ ἤκουσεν· ‘Σὺ δὲ ἀπελεύσει πρὸς τοὺς πατέρας σου μετ' εἰρήνης τραφεὶς ἐν γήρει καλῷ.’ Ἀπέρχεται πρὸς τοὺς πατέρας. Ποίους πατέρας;

---

Origenes Theol., Dialogus cum Heraclide. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg018.local001/.
