# Dialogus cum Heraclide 5

Origen, Dialogus cum Heraclide, Section 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/dialogus-cum-heraclide/5

δυνάστου’ ἐπίσκοπός ἐστιν αν † οὕτως καὶ ἀνίσταται ἐπὶ πάντων εἰ μὴ τοῦτο γίνεται ουτ † συνθήκας ταύτας ἀφορμὰς παρέχοι ζητήσεσιν καιναι † ἐπίσκοπος ἢ πρεσβύτερος οὐκ ἔστιν ἐπίσκοπος, οὐκ ἔστιν πρεσβύτερος· εἰ διάκονος, οὐκ ἔστιν διάκονος οὐδὲ λαικός· εἰ λαικός ἐστιν, οὐκ ἔστιν λαικὸς οὐδὲ συνάγεται. Εἰ δοκεῖ, αὗται αἱ συνθῆκαι γενέσθωσαν. Ἐπιλέγουσίν τινες ὅτι τὰ μὲν περὶ τῆς θεότητος οὐσιωδῶς οὕτω προσφέρων Ἰησοῦ Χριστῷ τὴν θεότητα ὡμολόγησα ἀνάστασιν νεκροῦ σώματος ἐπὶ τῆς ἐκκλησίας. Ἐπεὶ δὲ ἀνέλαβεν σῶμα ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, τὸ σῶμα ἐξετάσωμεν τί ἦν. Μόνη ἡ ἐκκλησία <παρὰ> πάσας τὰς αἱρέσεις ἀρνουμένας τὴν ἀνάστασιν ὁμολογεῖ ἀνάστασιν νεκροῦ σώματος, ὡς ἀκολούθου ὄντος τῷ τὴν ἀπαρχὴν ἐγηγέρθαι ἐκ νεκρῶν τοῦ τοὺς νεκροὺς ἐγείρεσθαι. ‘Ἀπαρχὴ Χριστός’· διὰ τοῦτο νεκρὸν γέγονεν αὐτοῦ τὸ σῶμα. Εἰ γὰρ μὴ νεκρὸν γέγονεν αὐτοῦ τὸ σῶμα, δυνάμενον ἑλιγῆναι σινδόνι, σμύρναν λαβεῖν καὶ ὅσα ἄλλα τοῖς νεκροῖς, καὶ ἀποτεθῆναι ἐν μνήματι, —ταῦτα δὲ σῶμα πνευματικὸν παθεῖν οὐ δύναται· πάντῃ γὰρ τὸ πνευματικὸν νεκρωθῆναι οὐχ οἷόν τέ ἐστιν, ἢ ἀναίσθητον τὸ πνευματικὸν γενέσθαι οὐχ οἷόν τέ ἐστιν· εἰ γὰρ δύναται πνευματικὸν νεκρωθῆναι, φόβος ἐστὶν μὴ μετὰ τὴν ἀνάστασιν τῶν νεκρῶν, ὅταν ἐγερθῇ ἡμῶν τὸ σῶμα κατὰ τὸν ἀπόστολον λέγοντα ‘Σπείρεται ψυχικόν, ἐγείρεται πνευματικόν’, ἀποθνῄσκωμεν πάντες. ‘

---

Origenes Theol., Dialogus cum Heraclide. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg018.local001/.
