# Dialogus cum Heraclide 6

Origen, Dialogus cum Heraclide, Section 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/dialogus-cum-heraclide/6

Χριστὸς γὰρ ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει.’ Οὐ μόνον δὲ ‘Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει’ ἀλλὰ καὶ ‘οἱ τοῦ Χριστοῦ’ ἐγερθέντες ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκουσιν. Εἰ ἀρέσκει ταῦτα, καὶ ταῦτα ἐπὶ διαμαρτυρίας τοῦ λαοῦ ἔσται νενομοθετημένα καὶ πεπηγμένα. Τί ἄλλο περὶ τῆς πίστεως; δοκεῖ σοι ταῦτα, Μάξιμε, † ειπεναι;» Μάξιμος εἶπεν· «Γένοιτο πάντας ὁμοίους μοι γενέσθαι. Ἐπὶ Θεοῦ καὶ ἐκκλησίας, καὶ <ὑπο>γράφω καὶ καταθεματίζω· πλὴν μέντοι ἵνα μὴ δισταχθεὶς ὅλως καὶ διψυχήσω † περί τινος πυνθάνομαι· καὶ γὰρ τοῦτο οἴδασιν οἱ ἀδελφοὶ ὅτι ἔλεγον· «Ἔχω παρὰ τοῦ ἀδελφοῦ ὠφεληθῆναι καὶ τοῦτο διδαχθῆναι.» Ὄντος τοῦ πνεύματος παραδεδομένου τῷ Πατρὶ κατὰ τὸ ‘Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου’, τοῦ τε πνεύματος χωρὶς τῆς σαρκὸς ἀποθανούσης καὶ κειμένης ἐν μνημείῳ, ὡς ἀνοίγεται καὶ οἱ νεκροὶ πῶς ἀνίστανται;» Ὠριγένης εἶπεν· «Σύνθετον εἶναι τὸν ἄνθρωπον μεμαθήκαμεν ἀπὸ τῶν ἱερῶν γραφῶν. Φησὶν γὰρ ὁ ἀπόστολος· ‘Ὁ δὲ Θεὸς ἁγιάσαι ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα·’ τὸ δὲ ‘Ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη’, —τοῦτο τὸ πνεῦμα οὐκ ἔστιν τὸ ἅγιον πνεῦμα, ἀλλὰ μέρος τῆς τοῦ ἀνθρώπου συστάσεως, ὡς διδάσκων ὁ αὐτὸς ἀπόστολος λέγει· ‘Τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν.’ Εἰ γὰρ ἦν τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἂν ἔλεγεν· ‘Τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν.’

---

Origenes Theol., Dialogus cum Heraclide. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg018.local001/.
