# Dialogus cum Heraclide 8

Origen, Dialogus cum Heraclide, Section 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/dialogus-cum-heraclide/8

ᾅδου καταβῆναι, κἂν τοῦτο λέγωσιν οἱ πνευματικὸν λέγοντες τὸ σῶμα τοῦ Ἰησοῦ, οὕτως οὐδὲ τὸ πνεῦμα οἷόν τε ἦν καταβῆναι εἰς ᾅδου, διὸ παρακαταθήκην ἔδωκεν ἕως ἀναστῇ ἐκ νεκρῶν τὸ πνεῦμα τῷ Πατρί. Ταύτην τὴν παραθήκην παραθέμενος τῷ Πατρί, ἀπολαμβάνει. Πότε; Οὐχ ἅμα τῇ ἀναστάσει, ἀλλ' εὐθέως μετὰ τὴν ἀνάστασιν. Μάρτυρά μοι φέρε τὴν γραφὴν τὴν εὐαγγελικήν. Ἀνέστη ὁ Κύριος Ἰησοῦς Χριστὸς ἐκ νεκρῶν· ἀπήντησεν αὐτῷ ἡ Μαρία, καί φησιν πρὸς αὐτήν· «‘Μή μου ἅπτου.’» Ἐβούλετο γὰρ τὸν ἁπτόμενον αὐτοῦ ὁλοτελοῦς ἅψασθαι, ἵνα ἁψάμενος ὁλοτελοῦς ὠφεληθῇ ἀπὸ τοῦ σώματος τὸ σῶμα, ἀπὸ τῆς ψυχῆς τὴν ψυχήν, τὸ πνεῦμα ἀπὸ τοῦ πνεύματος· «‘Οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα’»· ἀναβαίνει πρὸς τὸν Πατέρα καὶ ἔρχεται πρὸς τοὺς μαθητάς. Οὐκοῦν ἀναβαίνει πρὸς τὸν Πατέρα. Ἕνεκα τίνος; τὴν παρακαταθήκην ἀπολαβεῖν. Τὰ μὲν περὶ τῆς πίστεως, ὅσα ἔσηνεν ἡμᾶς, συνεξετάσθη· εἰδέναι δὲ χρὴ ὅτι κρινόμεθα ἐν τῷ θείῳ δικαστηρίῳ οὐ περὶ πίστεως μόνης, ὡς τοῦ βίου μὴ ἐξεταζομένου, οὐδὲ περὶ βίου μόνου, ὡς τῆς πίστεως μὴ ἐρευνωμένης. Ἐξ ἀμφοτέρων κατορθουμένων δικαιούμεθα, ἐξ ἀμφοτέρων μὴ κατορθουμένων ἐπ' ἀμφοτέροις κολαζόμεθα. Εἰσὶν δέ τινες οὐκ ἐπ' ἀμφοτέροις κολασθησόμενοι, ἀλλ' ἐπὶ τῷ ἑτέρῳ, οἱ μὲν ἐπὶ τῇ πίστει ὡς ἐπταισμένῃ, ἀλλ' οὐκ ἐπὶ τῷ βίῳ ὡς οὐ

---

Origenes Theol., Dialogus cum Heraclide. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg018.local001/.
