# Dialogus cum Heraclide 9

Origen, Dialogus cum Heraclide, Section 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/dialogus-cum-heraclide/9

κατωρθωμένῳ, οἱ δὲ ἀνάπαλιν ἐπὶ τῇ πίστει οὐ κολασθήσονται, ἐπὶ δὲ τῷ βίῳ ὡς παρὰ τὸν ὀρθὸν λόγον βιώσαντες κολασθήσονται. Ἐγὼ νομίζω ἐν ταῖς Σολομῶντος Παροιμίαις τὰ γενικὰ ταῦτα δύο, —λέγω δὲ τὸ περὶ τοῦ πῶς πιστεύομεν καὶ γινώσκομεν καὶ τὸ περὶ τοῦ πῶς βιοῦμεν, —λέγεσθαι ὑπὸ τοῦ Σολομῶντος τοῦτον τὸν τρόπον· ‘Τίς καυχήσεται ἁγνὴν ἔχων τὴν καρδίαν; Ἢ τίς παραστήσεται λέγων καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν;’ Τὴν γὰρ διαφορὰν τούτων οὕτω λαμβάνομεν, περὶ μὲν φρόνημα τὴν καρδίαν, περὶ δὲ τὰς πράξεις τὰς ἁμαρτίας. ‘Τίς καυχήσεται ἁγνὴν ἔχων τὴν καρδίαν’ μὴ μεμολυμμένην ‘ψευδωνύμῳ γνώσει’, μὴ μεμολυμμένην ψεύδει; ‘Ἢ τίς παραστήσεται λέγων καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν’ ἐν τῷ πρακτικῷ μηδὲν ἁμαρτήσας; Εἴπερ οὖν βουλόμεθα σώζεσθαι, μὴ περὶ τὴν πίστιν μὲν γινόμενοι περὶ τὴν πρᾶξιν ἀμελῶμεν τοῦ βίου, μὴ οὐδὲ πάλιν τῷ βίῳ θαρρῶμεν· ἐξ ἀμφοτέρων γινώσκωμεν, καταλαμβάνωμεν, πιστεύωμεν ἢ τὸ ἀνέγκλητον ἕξειν ἢ καὶ τὸ μακάριον, ἢ τὸ ἐναντίον τούτοις. Τῶν οὖν κολαζομένων ἐστὶν οὐ μόνον τὰ φρικτὰ καὶ φοβερά, ἃ οὐδὲ ὀνομάζεσθαι ὀφείλει ἐν ἀμφοτέροις, ἀλλὰ καὶ τὰ νομιζόμενα εἶναι ὑποδεέστερα. Διὰ τοῦτο δοκεῖ ὁ ἀπόστολος κατειλεχέναι τοῖς (εἰ δεῖ οὕτως ὀνομάσαι) τοῖς ἀθεμίτοις

---

Origenes Theol., Dialogus cum Heraclide. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg018.local001/.
