# Epistula ad Africanum 10

Origen, Epistula ad Africanum, ΩΡΠΕΝΟΥΣ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΑΦΡΙΚΑΝΟΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/epistula-ad-africanum/10

Καὶ ἕτερον δὲ οἷδα Ἑβραῖον, περὶ τῶν πρεσβυτέρων τούτων τοιαύτας παραδόσεις φέροντα (55), ὅτι τοῖς ἐν τῇ αἰχμαλωσίᾳ ἐλπίζουσιν διὰ τῆς Χριστοῦ ἐπιδημίας ἐλευθερωθήσεσθαι ἀπὸ τῆς ὑπὸ τοῖς ἐχθροῖς δουλείας προσεποιοῦντο οἱ πρεσβύτεροι οὗτοι ὡς εἰδότες τὰ περὶ Χριστοῦ σαφηνίζειν· καὶ ἑκάτερος αὐτῶν ἀνὰ μέρος ᾗ περιετύγχανε γυναικὶ, καὶ ἥν διαφθεῖραι ἐβούλετο, ἐν ἀποῤῥήτῳ δῆθεν ἔφασκεν, ὡς ἅρα δέδοται αὐτῷ ἀπὸ Θεοῦ σπεῖραι τὸν Χριστόν· εἶτ᾿ ἀπατωμένη (56) τῇ ἐλπίδι τοῦ γεννῆσαι τὸν Χριστὸν ἡ γυνὴ, ἐπεδίδου ἑαυτὴν τῷ ἀπατῶντι· καὶ οὕτως ἐμοιχῶντο τὰς γυναῖκας τῶν πολιτῶν οἱ πρεσβύτεροι Ἀχιὰβ καὶ Σεδεκίας. Διὸ καλῶς ὑπὸ τοῦ Δανιὴλ ὁ μὲν εἴρηται « πεπαλαιωμένος ἡμερῶν κακῶν· » ὁ δὲ ἤκουσε τό· « Οὕτως ἐποιεῖτε ταῖς θυγατράσιν Ἰσραὴλ, κἀκεῖναι φοβούμεναι ὡμίλουν ὑμῖν· ἀλλʼ οὐ θυγάτηρ Ἰούδα ὑπέμεινε τὴν ἀνομίαν ὑμῶν. » Τάχα γὰρ ἀπάτη καὶ φόβος δυνάμενα ἐν ταῖς γυναιξὶν, ἐποἰει αὐτὰς παρέχειν ἑαυτῶν τὰ σώματα τοῖς λεγομένοις τοὐτοις πρεσβυτέροις.

---

Origenes, Epistula ad Africanum, ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg045.local001/.
