Ancient Greek
ΩΡΠΕΝΟΥΣ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΑΦΡΙΚΑΝΟΝ.
Origen, Epistula ad Africanum 12.1
Not analysed yet
Πρὸς τούτοις ἕφασκες, ὅτι ὁ Δανιὴλ ὑπὸ μὲν τῆς Γραφῆς ταύτης λέγεται Πνεύματι ληφθεὶς ἐκβεβοηκέναι, ὡς ἀδίκως ἡ ἀπόφασις ἔχοι (72), ἡ δὲ φερομένη ὁμολογουμένως ὑπʼ αὐτοῦ Γραφὴ ἄλλῳ τρόπῳ περιέχει αὐτὸν προφητεύοντα, τουτέστιν ὁράμασι, καὶ ὀνείροις, καὶ ἀγγέλου ἐπιφανείᾳ· οὐδαμοῦ δὲ ἐπιπνοίᾳ προφητικῇ. Σὺ δέ μοι ἔοικας μὴ πάνυ τετηρηκέναι τὸ, «Πολυμερῶς καὶ πολυτρόπως πάλαι τὸν Θεὸν λελαληκέναι τοῖς πατράσιν ἐν τοῖς προφήταις,» οὐ μόνον ἐν τοῖς πᾶσιν, ἀλλὰ καὶ ἐν τοῖς καθʼ ἕνα. Παρατηρήσας δὲ εὑρήσεις τοῖς αὐτοῖς ἁγίοις καὶ ἐνύπνια γενόμενα θεῖα καὶ ἐπιφανείας ἀγγελικὰς, καὶ ἐπιπνοίας. Ἀρκεῖ δὲ ἐπὶ τοῦ παρόντος μαρτυρίαις χρήσασθαι τοῖς περὶ τοῦ Ἰακὼβ (73) γεγραμμένοις· ὅς περὶ μὲν θείων ἐνυπνίων τοιαῦτα διηγεῖται· «Καὶ ἐγένετο, ἡνίκα ἐνεκίσσων τὰ πρόβατα (74), καὶ εἶδον ἐν τοῖς ὀφθαλμοῖς μου αὐτὰ ἐν ὕπνῳ, καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ ἀναβαίνοντες ἦσαν ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας, διάλευκοι, καὶ ποικίλοι, καὶ σποδοειδεῖς ῥαντοί. Καὶ εἶπέ μοι ὁ ἅνγελος τοῦ Θεοῦ καθʼ ὕπνον· Ἰακώβ. Ἐγὼ δὲ εἶπον· Τί ἐστι; καὶ εἶπεν· Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἵδε τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας, διαλεύκους, καὶ ποικίλους, καὶ σποδοειδεῖς ῥαντούς· ἑώρακα γὰρ ὅσα σοι Λάβαν ποιεῖ. Ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ οὗ ἤλειψάς μοι ἐκεῖ στήλην, καὶ ηὕξω μοι ἐκεῖ εὐχήν. Νῦν οὖν ἀνάστηθι καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης, καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γεννήσεώς σου. »Περὶ δὲ ἐπιφανείας ὕπαρ κρείττονος, ταῦτα περὶ αὐτοῦ εἵρηται· «῾Υπελείφθη δὲ Ἰακὼβ μόνος· καὶ ἐπάλαιεν ἅνθρωπος μετʼ αὐτοῦ ἕως πρωΐ. Εἶδε δὲ, ὅτι οὐ δύναται πρὸς αὐτὸν, καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ, ἐν τῷ παλαίειν αὐτὸν μετʼ αὐτοῦ ,καὶ εἶπεν αὐτῷ· Ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὅρθρος. Ὁ δὲ εἶπεν· Οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς. Εἶπε δὲ αὐτῷ· Τί τὸ ὅνομά σου; Ὁ δὲ εἶπεν· Ἰακώβ· εἶπε δὲ αὐτῷ· Οὐ κληθήσεται ἔτι τὸ ὅνομά σου Ἰακὼβ, ἀλλʼ Ἰσραὴλ ἕσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατός Ἠρώτησε δὲ Ἰακὼβ, καὶ εἶπεν· Ἀνάγγειλόν μοι τὸ ὅνομά σου· καὶ εἶπεν· Ἵνα τί τοῦτο ἐρωτᾶς τὸ ὄνομά μου; Καὶ εὐλόγησεν αὐτὸν ἐκεῖ. Καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὅνομα τοῦ τόπου ἐκείνου Εἶδος Θεοῦ· Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἕσώθη μου ἡ ψυχή. Ἀνέτειλε δὲ ὁ ἥλιος, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ. Ὅτι δὲ καὶ ἐξ ἐπιπνοίας προφητεύει, δῆλον ἐκ τούτων· «Ἐκάλεσε δὲ Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπε· Συνάχθητε, ἵνα ἀπαγγείλω ὑμῖν τί ἀποβήσεται ὑμῖν ἐπʼ ἐσχάτων τῶν ἡμερῶν· ἀθροίσθητε καὶ ἀκούσατε υἱοὶ Ἰακὼβ, ἀκούσατε Ἰσραὴλ τοῦ πατρὸς ὑμῶν· Ῥουβὶμ πρωτότοκός μου, σὺ ἰσχύς μου, καὶ ἀρχὴ τέκνων μου, σκληρὸς φέρεσθαι καὶ σκληρὸς αὐθάδης· ἐξύβρισας, ὡς ὕδωρ μὴ ἐκζέσῃς· ἀνέβης γὰρ ἐπὶ τὴν κοίτην τοῦ πατρός σου· τότε ἐμίανας τὴν στρωμνὴν, οὗ ἀνέδης. »Ὁμοίως δὲ καὶ πρὸς τοὺς λοιποὺς αἱ εὐλογίαι προφητεῖαι οὖσαι ἐξ ἐπιπνοίας εἵρηνται. Οὐδὲν τοίνυν θαυμαστὸν καὶ τὸν Δανιὴλ, ὁτὲ μὲν ἐξ ἐπιπνοίας λελαληκέναι (75) τὸν κατὰ τῶν πρεσβυτέρων ἕλεγχον, ὁτὲ δὲ ἐνυπνίοις, ὡς καὶ σὺ φὴς, ἢ ὁράσει τε, καὶ ἅλλοτε γεγονέναι αὐτῷ ἀγγέλου ἐπιφάνειαν.