# Epistula ad Africanum 13.1

Origen, Epistula ad Africanum, ΩΡΠΕΝΟΥΣ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΑΦΡΙΚΑΝΟΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/epistula-ad-africanum/13.1

Τά γε μὴν ἄλλα σου ἐπαπορήματα ἐδόκει μοι ἀσεμνότερον εἰρῆσθαι, καὶ οὐκ ἔχεσθαι τῆς πρεπούσης σοι εὐλαβείας· οὐ χεῖρον δὲ θεῖναι τὸ αὐταῖς λέξεσιν ὑπὸ σοῦ γεγραμμένον οὕτως· « Ἔπειτα μετὰ (76) τὸ θαυμασίως πως οὕτως ἀποφθέγξασθαι, καὶ παραδοξότατά πως αὐτοὺς ἀπελέγχει, ὡς οὐδὲ Φιλιστίων ὁ μἴμος· οὐ γὰρ ἐξήρκει ἡ διὰ τοῦ Πνεύματος ἐπίπληξις, ἀλλʼ ἰδίᾳ διαστήσας ἑκάτερον αὐτῶν, ἐρωτᾷ ποῦ θεάσαιτο αὐτὴν μοιχωμένην. Ὡς δὲ ὁ μὲν ὑπὸ πρῖνον ἕφασκεν, ἀποκρίνεται πρίσειν αὐτὸν τὸν ἅγγελον· τῷ δὲ ὑπὸ σχῖνον εἰρηκότι, σχισθῆναι παραπλησίως ἀπειλεῖ. » Ὥρα γὰρ παραβάλλειν ἄλλο τούτῳ παραπλήσιον εἰρημένον ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν, ὅπερ καὶ αὐτὸς ὁμολογήσεις ὑγιῶς ἀναγεγράφθαι, τῷ Φιλιστίωνος μίμῳ. Ἔχει δὲ οὕτως ἡ ἀπὸ τῶν Βασιλειῶν λέξις· « Τότε ὤφθησαν δύο γυναῖκες πόρναι τῷ βασιλεῖ, καὶ ἔστησαν ἐνώπιον αὐτοῦ. Καὶ εἶπεν ἡ γυνὴ μία· Ἐν ἐμοὶ, κύριέ μου. Ἐγὼ καὶ ἡ γυνὴ αὕτη οἰκοῦμεν ἐν οἵκῳ ἑνὶ, καὶ ἐτέκομεν ἐν τῷ οἵκῳ. Καὶ ἐγενήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ τεκούσης μου, καὶ ἔτεκε καὶ ἡ γυνὴ αὕτη. Καὶ ἡμεῖς κατὰ τὸ αὐτό. Οὐκ ἔστιν οὐδὲ εἷς ἐν τῷ οἴκῳ ἡμῶν παρὲξ ἀμφοτέρων ἡμῶν ἐν τῷ οἵκῳ. Καὶ ἀπέθανεν ὁ υἱὸς τῆς γυναικὸς ταύτης τὴν νύκτα, ὡς ἐπεκοιμήθη ἐπʼ αὐτόν. Καὶ ἀνέστη μέσης τῆς νυκτός· καὶ ἔλαβε τὸν υἱόν μου ἐκ τῶν ἀγκαλῶν μου· καὶ ἡ δούλη σου ὕπνουν. Καὶ ἐκοίμισεν αὐτὸν ἐν τῷ κόλπῳ αὐτῆς, καὶ τὸν υἱὸν αὐτῆς τὸν τεθνεῶτα ἐκοίμισεν ἐν τῷ κόλπῳʼ μου. Καὶ ἀνέστην τὸ πρωῒ θηλάσαι τὸν υἱόν μου· κἀκεῖνος ἦν τεθνηκώς. Καὶ ἰδοὺ κατενόησα αὐτὸν τὸ πρωΐ, καὶ ἰδοὺ οὐκ ἦν ὁ υἱός μου ὅν ἕτεκον. Καὶ εἶπεν ἡ γυνὴ ἡ ἑτέρα· Οὐχί· ἀλλ᾿ ὁ υἱός σου ἐστὶν ὁ νεκρὸς, ὁ υἱὸς δὲ ὁ ἐμὸς ὁ ζῶν. Ἡ δὲ .ἄλλη καὶ αὐτὴ ἔλεγεν· Οὐχὶ, ἀλλʼ ὁ υἱός μου ὁ ζῶν· ὁ δὲ υἱός σου ὁ τεθνηκώς. Καὶ ἐλάλησαν ἐνώπιον τοῦ βασιλέως, καὶ εἶπεν ὁ βασιλεὺς αὐταῖς· Σὺ λέγεις· Οὗτός μου ὁ υἱὸς ὁ ζῶν, καὶ ὁ υἱὸς ταύτης ὁ τεθνηκώς. Καὶ σὺ λέγεις Οὐχὶ, ἀλλʼ ὁ υἱός μου ὁ ζῶν· ὁ δὲ υἱός σου ὁ τεθνηκώς. Καὶ εἶπεν ὁ βασιλεύς· Λάβετέ μοι μάχαιραν. Καὶ προσήνεγκαν τὴν μάχαιραν ἐνώπιον τοῦ βασιλέως. Καὶ εἶπεν ὁ βασιλεύς· Διέλετε τὸ παιδίον τὸ ζῶν εἰς δύο, καὶ δότε τὸ ἥμισυ αὐτοῦ ταύτῃ, τὸ ἥμισυ αὐτοῦ ταύτῃ. Καὶ ἀπεκρίθη ἡ γυνὴ ἦς ὁ υἱὸς ἦν ὁ ζῶν πρὸς τὸν βασιλέα, ὅτι ἐταράχθη ἡ μήτρα αὐτῆς ἐν τῷ υἱῷ αὐτῆς, καὶ εἶπεν· Ἐν ἐμοὶ, Κύριε· δότε αὐτῇ τὸ παιδίον τὸ ζῶν, καὶ θανάτῳ μὴ θανατώσητε αὐτό. Καὶ αὕτη εἶπε· Μήτε ἐμοὶ, μήτε κὺτῇ ἕστω· διέλετε. Καὶ ἀπεκρίθη ὁ βασιλεὺς, κσὶ εἶπε· Δότε τὸ παιδίον τῇ εἰπούσῃ Δότε αὐτῇ τοῦτο, καὶ θανάτῳ μὴ θανατώσητε αὐτό· αὕτη γὰρ μήτηρ αὐτοῦ. Καὶ ἤκουσε πᾶς Ἰσραὴλ τὸ κρῖμα ὅ ἔκρινεν ὁ βασιλεὺς, καὶ ἐφοβήθησαν ἀπὸ προσώπου τοῦ βασιλέως, ὅτι εἶδον, ὅτι φρόνησις Θεοῦ ἐν αὐτῷ τοῦ ποιεῖν δικαίωμα. » Εἵπερ γὰρ χρὴ περὶ τῶν φερομένων ἐν ταῖς Ἐκκλησίαις ἀποφαίνεσθαι χλευαστικῶς, μᾶλλον τὴν περὶ τῶν δύο ἑταιρῶν ἱστορίαν τῷ Φιλιστίωνος μίμῳ, ἢ τὴν περὶ τῆς σεμνῆς Σωσάννης ὁμοιῶσαι ἐχρῆν. Καὶ ὥσπερ οὐκ ἤρκει πρὸς πειθὼ τοῦ λαοῦ τὸ εἰπεῖν Σολομῶντα· « Δότε τῇδε τὸ ζῶν παιδίον· αὕτη γάρ ἐστιν ἡ μήτηρ αὐτοῦ· » οὕτως οὐκ ἤρκει ἡ πρὸς τοὺς πρεσβυτέρους ἐπίπληξις τοῦ Δανιὴλ, μὴ προσπαραλαμβανομένου τοῦ ἐκ στόματος αὐτῶν ἐλέγχου· εἰπόντων μὲν ὑπό τι δένδρον αὐτὴν ἑωρακέναι κοιμωμένην μετὰ τοῦ νεανίσκου, μὴ μὴν συμφωνησάντων περὶ τοῦ τί δένδρον ἦν. Καὶ ἐπείπερ ὡς καταλαβὼν ἔφασκες ἐξ ἐπιπνοίας (77) τὸν Δανιὴλ κεκρικέναι τὰ περὶ τοὺς πρεσβυτέρους, τάχα μὲν οὕτως ἐλέγχοντα, τάχα δὲ ἑτέρως, πρόσχες καὶ ταῦτα παραπλήσια δοκεῖ μοι εἶναι τὰ κατὰ τὸν Δανιὴλ τῇ κρίσει τοῦ Σολομῶντος· περὶ οὗ μαρτυρεῖ ἡ Γραφὴ, ὅτι εἶδεν ὁ λαὸς, ὅτι φρόνησις Θεοῦ ἐν αὐτῷ τοῦ ποιεῖν δικαίωμα. Τοῦτο ἄν δύναιτο λέγεσθαι καὶ περὶ τοῦ Δανιήῦλ· ὅτι φρονήσεως οὕσης ἐν αὐτῷ τοῦ ποιεῖν (78) δικαίωμα, τὰ ἀναγεγραμμένα περὶ τῶν πρεσβυτέρων.

---

Origenes, Epistula ad Africanum, ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg045.local001/.
