# Epistula ad Africanum 15

Origen, Epistula ad Africanum, ΩΡΠΕΝΟΥΣ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΑΦΡΙΚΑΝΟΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/epistula-ad-africanum/15

Πρὸς τούτοις παπορεῖς αὐταῖς λέξεσι· « Πῶς αἰχμάλωτοι ὄντες ἐν τῇ Βαβυλῶνι, ἠστραγαλωμένοι (87), καὶ ἐν ταῖς πλατείαις ἄταφοι ῥιπτούμενοι, ὡς ἐν τῇ προτέρᾳ αἰχμαλωσίᾳ τοῦ Ἰσραὴλ ἱστόρηται, τῶν παίδων αὐτοῖς ἀποσπωμένων εἰς εὐνουχισμὸν, καὶ τῶν θυγατέρων εἰς παλλακὰς, ὡς (88) προπεφήτευτο, οἵδε περὶ θανάτου ἔκρινον, καὶ ταῦτα τῇ τοῦ βασιλέως αὐτῶν γενομένῃ γυναικὶ Ἰωακεὶμ, ὅν σύνθρονον πεποίητο ὁ Βαβυλώνιος βασιλεύς; Εἰ δὲ οὐχ οὗτος (89), ἄλλος δὲ τοῦ λαοῦ Ἰωακείμ· πόθεν τοιαύτη κατάλυσις αἰχμαλώτῳ περιῆν, καὶ παράδεισος ἀμφιλαφὴς ἦν; πόθεν δὲ λαβὼν ἔλεγες τό· Ἠστρογαλωμένοι(90) καὶ ἐν ταῖς πλατείαις ἄταφοι ῥιπτούμενοι· ἢ, ὅσον ἐπʼ ἐμῇ γνώσει, ἀπὸ τοῦ Τωβία; περὶ οὗ ἡμᾶς ἐχρῆν ἐγνωκέναι, ὅτι Ἑβραῖοι τῷ Τωβίᾳ οὐ χρῶνται, οὐδὲ τῇ Ἰουδήθ· οὐδὲ γὰρ ἔχουσιν αὐτὰ καὶ ἐν ἀποκρύφοις ἑβραϊστί (9I)· ὡς ἀπʼ αὐτῶν μαθόντες ἐγνώκαμεν. Ἀλλʼ ἐπεὶ χρῶνται τῷ Τωβᾳ αἱ Ἐκκλησίαι, ἰστέον, ὅτι καὶ ἐν τῇ αἰχμαλωσίᾳ τινὲς τῶν αἰχμαλώτων ἐπλούτουν, καὶ εὖ ἔπραττον. Αὐτὸς δὲ ὁ Τωβίας φησί· « Καθότι ἐμεμνήμην τοῦ Θεου ἐν ὅλῃ τῇ ψυχῇ μου, καὶ ἔδωκεν ὁ Ὕψιστος χάριν καὶ μορφὴν ἐνώπιον Νεμεσσάρου (92), καὶ ἤμην αὐτοῦ ἀγοραστής· καὶ ἐπορευόμην εἰς τὴν Μηδίαν, καὶ παρεθέμην Γαβαήλῳ τῷ ἀδελφῷ Γαβρία ἐν Ῥἄγοις (93) τῆς Μηδίας ἀργυρίου τάλαντα δέκα.» Καὶ ἐπιφέρει ὡς πλούσιος τό· « Ἐν ταῖς ἡμέραις Νεμεσσάρου ἐλεημοσύνας πολλὰς ἐποίησα (94) τοῖς ἀδελ· φοῖς μου. Τοὺς ἄρτους μου ἐδίδουν πεινῶσι καὶ ἱμάτια τοῖς γυμνοῖς· καὶ εἵ τινα ἐκ τοῦ γένους ἑώρων (95) τεθνηκότα καὶ ἐῤῥιμμένον ὀπίσω τοῦ τείχους Νινευῒ, ἔθαπτον αὐτόν· καὶ εἴ τινα ἀπέκτεινε Σεναχηρεὶμ βασιλεὺς, ὅτε ἦλθε φεύγων ἐκ τῆς Ἰουδαίας, ἕθαψα αὐτοὺς κλέπτων· πολλοὺς γὰρ ἐπέκτεινεν (96) ἐν τῷ θυμῷ αὐτοῦ.» Καὶ κατανόει εἴ γε μὴ (97) πολὺν πλοῦτον ἐμφαίνει καὶ πολλὴν περιουσίαν ὁ κατάλογος ὁ τοσοῦτος τῶν εὐποιῶν τοῦ Τωβία· καὶ μάλιστα, ὅτι ἐπιφέρει λέγων τό· « Ἐπιγνοὺς, ὅτι ζη τοῦμαι ἀποθανεῖν, φοβηθεὶς ἀνεχώρησα, καὶ διηρπάγη πάντα τὰ ὑπάρχοντά μου. » Ἀλλὰ καὶ ἕτερος αἰχμάλωτος Δαχιάχαρος (98) ὁ τοῦ Ἀνανιὴλ υἱὸς ἀδελφοῦ Τωβία ἐπὶ πᾶσαν κατεστάθη τὴν λογιστείαν τῆς βασιλείας τοῦ βασιλέως Ἀχερδόνος, καὶ ἐπὶ πᾶσαν τὴν διοίκησιν· καὶ λέγεται, « ὅτι ἦν ὁ Δαχιάχαρος οἰνοχόος, καὶ ἐπὶ τοῦ δακτυλίου, καὶ διοικητὴς, καὶ ἐκλογιστής. » Καὶ ὁ Μαρδοχαῖος δὲ περὶ τὴν αὐλὴν διέτριβε τοῦ βασιλέως, καὶ τοσαύτην εἶχε παῤρησίαν πρὸς αὐτὸν, ὥστε καὶ ἐν εὐεργέταις ἀναγεγράφθαι τοῦ Ἀρταξέρξου. Ἔτι δὲ καὶ ἐν τῷ Ἔσδρᾳ· Νεεμίας οἰνοχόος τοῦ βασιλέως καὶ εὐνοῦχος αὐτοῦ (99), Ἐβραῖος τῷ γένει, ἠτήσατο τὰ περὶ τῆς οἰκοδομῆς τοῦ ναοῦ, καὶ ἔτυχεν· ὥστε μετὰ πλειόνων ἐπιτραπῆναι ἀπελθεῖν ἀνορθῶσαι τὸν ναόν. Τί οὖν θαυμαστὸν τὸ, παράδεισον, καὶ οἰκίαν, καὶ κτῆμα γεγονέναι τινὸς Ἰωακεὶμ, εἴτε πολυτελὴς(99*) εἴτε καὶ μετρία ἦν; Οὐ γὰρ σαφῶς δηλοῦται ἀπὸ τῆς Γραφῆς τὸ τοιοῦτον.

---

Origenes, Epistula ad Africanum, ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg045.local001/.
