# Epistula ad Africanum 4

Origen, Epistula ad Africanum, ΩΡΠΕΝΟΥΣ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΑΦΡΙΚΑΝΟΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/epistula-ad-africanum/4

Καὶ δτε « ἧλΘον οἱ ἄγγελοι τοῦ Θεοῦ παρατῆναι ἐνώπιον τοῦ Θεοῦ (33), καὶ ὁ διάβολος ἦλθε μετʼ αὐτῶν, » τό· « Περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας ἐν αὐτῇ Ἔτι δὲ οὐκ ἦν παρʼ Ἑβραίοις μετὰ τό· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· « Ὡς τῷ Κυρίῳ ἕδοξεν, οὕτω καὶ ἐγένετο. » Πλείονα δὲ ἐν τοῖς ἡμετέροις παρὰ τὰ Ἑβραῖκὰ, ὅτε εἶπε τῷ Ἰὼβ (34) ἡ γυνὴ αὐτοῦ, ἀπὸ τοῦ· « Μέχρι τίνος καρτερήσεις; λέγων· Ἰδοὺ, ἀναμενῶ χρόνον ἕτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου, » ἕως τοῦ· « ἵνα ἀναπαύσωμαι τῶν μόχθων μου καὶ τῶν ὀδυνῶν, αἵ με νῦν συνέχουσι» μόνον γὰρ τὰ ῥητὰ τῆς γυναικὸς ἀναγέγραπται· τό· « Ἀλλʼ εἶπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα. »

---

Origenes, Epistula ad Africanum, ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg045.local001/.
