# Epistula ad Africanum 5

Origen, Epistula ad Africanum, ΩΡΠΕΝΟΥΣ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΑΦΡΙΚΑΝΟΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/epistula-ad-africanum/5

Πάλιν τε αὖ πλεῖστά τε ὅσα διὰ μέσου ὅλου τοῦ Τὼβ παρʼ Ἑβραίοις μὲν κεῖται, παρʼ ἡμῖν δὲ οὐχί· καὶ πολλάκις μὲν ἔπη (35) τέσσαρα ἢ τρία, ἔσθʼ ὅτε δὲ καὶ δεκατέσσαρα καὶ δεκαεννέα καὶ δεκαέξ. Καὶ τί με δεῖ καταλέγειν ἃ μετὰ πολλοῦ καμάτου ἀνελεξάμεθα, ὑπὲρ τοῦ μὴ λανθάνειν (36) ἡμᾶς τὴν διαφορὰν τῶν παρὰ Ἰουδαίοις καὶ ἡμῖν ἀντιγράφων; Πολλὰ δὲ τοιαῦτα καὶ ἐν τῷ Ἱερεμίᾳ κατενοήσαμεν, ἐν ᾧ καὶ πολλὴν μετάθεσιν καὶ ἐναλλαγὴν(37) τῆς λέξεως τῶν προφητευομένων εὕρομεν. Καὶ ἐν τῇ Γενέσει δὲ τό· « Εἶδεν ὁ Θεὸς, ὅτι καλὸν, » ἐπὶ τῷ γενέσθαι στερέωμα, παρʼ Ἑβραίοις οὐχ εὑρίσκεται (38)· καὶ πρόβλημα δέ ἐστι παρʼ αὐτοῖς οὐ τὸ τυχὸν τοῦτο. Καὶ ἅλλα δὲ ἕστιν εὑρεῖν ἐν τῇ Γενέσει, οἷς σημεῖα παρε-

---

Origenes, Epistula ad Africanum, ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg045.local001/.
