# Epistula ad Africanum 9

Origen, Epistula ad Africanum, ΩΡΠΕΝΟΥΣ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΑΦΡΙΚΑΝΟΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/epistula-ad-africanum/9

Μέμνημαι μέν τοί γε φιλομαθεῖ Ἑβραίῳ, καὶ χρηματίχοντι (52) παρ᾿ αὐτοῖς σοφοῦ υἱῷ, ἀνατραφέντι ἐπὶ τὸ διαδέξασθκι τὸν πκτέρα,σθμμίξας πτρὶ πλειόνων· ἀφʼ οὖ ὡς μὴ ἀθετουμένης τῆς περὶ Σωσάννης ἱστορίας ἐμάνθανον καὶ τὰ τῶν πρεσβυτέρων ὀνέματα, ὡς παρὰ τῷ Ἱερεμίᾳ κείμενα τοῦτον ἔχοντα τὸν τρόπον· « Ποιήσαι σε Κύριος, ὡς Σεδεκίαν ἐποίησε, καὶ ὡς Ἀχιὰβ (53), οὕς ἀπετηγάνισε βασιλεὺς Βαβυλῶνος ἐν πυρὶ διʼ ἥν ἐποίησαν ἀνομίαν ἐν Ἰσραήλ.» Πῶς ὁ μὲν ὑπʼ ἀγγέλου πρίζεται, ὁ δὲ σχίζεται; λεκτέον, οὐ κατὰ τὸν ἐνεστῶτα αἰῶνα ταῦτα αὐτοῖς προφητεύεσθαι, ἀλλʼ εἰς τὴν ὑπὸ Θεοῦ μετὰ τὴν ἐντεῦθεν ἕξοδον κρίσιν. Ὡς γὰρ τὸν πονηρὸν οἰκονόμον λέγοντα· « Χρονίζει ὁ κύριός μου ἕρχεσθαι· » καὶ διὰ τοῦτο μέθαις σχολάζοντα, καὶ ἐσθίοντα καὶ πί., νοντα μετὰ τῶν μεθυόντων. καὶ τύπτοντα τοὺς συνδούλους, ὁ κύριος ἐλθὼν « διχοτομήσει, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει· » οὕτω καὶ τούτους πρεσβυτέρους μὲν χρηματίσαντας, κακῶς δὲ τὴν οἰκο νομίαν οἰκονομήσαντας, ἀναλόγως τῷ ἐκεῖ διχοτομεῖ σθαι τὸν μοχθηρὸν οἰκονόμον,ἅγ ελοι ἐπὶ τῶν κολάσεων τεταγμένοι τινὲς ταῦτα διαθήσουσι (54)· καὶ ὁ μὲν σχίσει «πεπαλαιωμένον ἡμερῶν κακῶν, κρίναντα κρίσεις ἀδίκους, καὶ τοὺς μὲν ἀθώους κατακρίναντα, ἀπολύοντα δὲ τοὺς αἰτίους· » ὁ δὲ πρίσει ὡς « σπέρμα λαναὰν ὑπάρχοντα, καὶ οὐκ Ἰούδα, τὸν ὑπὸ τοῦ κάλλους ἐξηπατημένον, καὶ ὑπὸ τῆς ἐπιθυμίας διαστραφέντα τὴν καρδίαν. »

---

Origenes, Epistula ad Africanum, ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg045.local001/.
