# Excerpta in Psalmos [Dub.] 1-2

Origen, Excerpta in Psalmos [Dub.], ΨΑΛ. ΚΖ΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/excerpta-in-psalmos-dub/1-2

Στίχ. α᾿ Πρὸς σὲ, Κόριε, κεκράξομαι· ὁ Θεός μου μὴ παρασιωπήσῃς ἀπʼ ἐμοῦ. Εἰ μὲν ἐπίγειά τις αἰτεῖται παρὰ Θεοῦ, βραχείᾳ χρῆται φωνῇ· εἰ δὲ τὰ ἐπουράνια, κράζει τε καὶ βοᾷ. Ὅθεν ἐν ταῖς ῥαφαῖς οἱ ἅγιοι πρὸς τὸν Θεὸν ἐκέκραξαν. Κράζει δέ τις εἰσελθὼν εἰς τὸ ταμιεῖον ἑαυτοῦ, καὶ κλείσας τὴν θύραν. Οὐ παρασιωπᾷ δὲ τοῖς ἀγίοις ὁ Θεός. Ἐλάλει γοῦν Μωσῇ, καὶ Ἀαρὼν, καὶ Ἰησοῦ τῷ τοῦ Ναυῆ. Ἐλάλει καὶ διὰ προφητῶν, ἡνίκα ἦν ὁ λαὸς αὐτοῦ. Ἅ δὲ λαλεῖ ὁ Θεὸς, οὐκ ἔξωθέν ἐστιν, ἀλλὰ τὰ ἅγια, τὰ ἐπὶ τὴν καρδίαν ἡμῶν ἀναβαίνοντα, κατὰ τό· Μακάριος ἀνὴρ, οὗ ἐστιν ἀντίληψις αὐτοῦ παρὰ σοῦ, Κύριε· ἀνα· βάσεις εἰς τὴν καρδίαν αὐτοῦ. Ἔχομεν δὲ ἄλλην ἀκοὴν καὶ θείαν αἴσθησιν, κατὰ Σολομῶντα, λόγοι Θεοῦ ἀκούουσαν, ἡνωμένην αὐτῷ. ᾯ δὲ παρασιωπῷ Θεὸς, ὁμοιοῦται τοῖς καταβαίνουσιν εἰς λάκκοι. Οὐδένα γὰρ τῶν ἀγίων ἴσμεν λάκκον ὀρύξαντα· φρέαρ δὲ ὤρυττεν ὁ δεόμενος ὕδατος. Ἐντέλλεται καὶ ὁ Σολομῶν ἀπὸ φρεάτων πίνειν. Θεὸς δὲ διὰ τοῦ προφήτου τοῖς ἐκ λάκκων πίνουσιν ἀπειλεῖ, λέγων· Ἐμὲ ἐγκατέλιπτον πηγὴν ὕδατος ζῶντος, κοὶ ὥρυξαν ἑαυτοῖς λάκκους συντετριμμέτους. Κα ταβαίνουσι δὲ εἰς λάκκον οἱ τὰ ψυχρὰ τῆς ὕλης πε ριέποντες πράγματα· ἔνθα καὶ τῶν ἀνθρώπων ὁ πολέμιος δράκων, ὅς καὶ ψυχρὸς ὠνόμασται, κατοικεῖ. Πάντων γὰρ ζώων, τῶν ἐπὶ γῆς, ὁ δράκων ψυχρότερος. Πᾶσα οὗν ἁμαρτία ψυχρά· τὰ δὲ θεῖα, ὡς ἕοικε, θερμά. Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύμτα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Καὶ, πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν· καὶ, τῷ πνεύματι ζέοντες. Ὅτι δὲ οἱ ἁμαρτωλοὶ παρὰ λάκκοις εἰσὶν, ἐν τῇ Ἐξόδῳ φησίν· Ἀπέκτεινεν ὁ Θεὸς ἀπὸ προσώπου Θάρσὼ, ὃς κάθηται ἐπὶ τοῦ θρόνου, ἕως πρωτοτόκου τῆς αἰχμαλωτίδος, τῆς ἐν λάκκῳ. Οὕτως οἱ καταβαίνοντες εἰς λάκκον ἁμαρτωλοί εἰσιν καὶ αἰχμάλωτοι. Ἀλλʼ ὁ ἀγαθὸς Θεὸς καὶ τούτους καλεῖ, καὶ δίδωσιν ἄφεσιν. νεῦμα γὰρ Κυρίου ἐπʼ ἐμὲ, οὖ ἕνεκεν ἔχρισέ με εὐαγγελίσασθαι πτωχοῖς. Ἀπέσταλκέ με κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν.

---

Origen, Excerpta in Psalmos [Dub.], ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg074.local001/.
