# Excerpta in Psalmos [Dub.] 11-2

Origen, Excerpta in Psalmos [Dub.], ΨΑΛ. ΜΑ΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/excerpta-in-psalmos-dub/11-2

Στίχ. ια΄. Ἐν τῷ καταθλᾶσθαι τὰ ὀστᾶ μου, ὠνείδιζόν με οἱ ἐχθροί μου ἐν τῷ λέγειν αὐτούς μοι καθ᾿ ἑκάστην ἡμέραν· Ποῦ ἐστιν ὁ Θεός σου; Οὐχ ὁρῶμεν δὲ πάντες πῶς ἐλεεῖ ὁ Θεός. Καὶ πολλάκις πρὸς τὰ κατʼ ἐλεημοσύνην αὐτοῦ γινόμενα, τῷ ἐπίπονα εἶναι, οὐχ ἡδέως ἔχοντες, οὐδὲ ἔλεον εἶναι νομίζομεν. Διὸ λέγομεν· Διὰ τί μου ἐπελάθου; Ὁ δὲ διειληφὼς, ὅτι πᾶν ὃ ἐπάγει ὁ Θεὸς συμφερόντως ἐπάγει, οὐδὲν ἐρεῖ τοιοῦτον, εἰδὼς, ὅτι τὴν μετάνοιαν αὐτοῦ, καὶ τὴν ὠφέλειαν πραγματευόμενος ὁ Θεὸς, τοῦτο ποιεῖ. Ἀλλʼ ὅπερ ἐλέγομεν, ὁ μεταγινώσκων λαὸς πυνθάνεται τοῦ Θεοῦ, διὰ τί αὐτὸν ἐγκαταλέλοιπεν οὕτως ἐκθλιβόμενον καὶ σκυθρωπάζοντα. (80) Τί τὸ αἴτιον τῆς τοιαύτης ἐγκαταλείψεως; οὐ τὸ τυχὸν γὰρ ἔοικεν εἶναι. Ὁ μέντοι λέγων· Διὰ τί μου ἐπελάθου; θαῤῥεῖν ἔοικεν, ὡς μηδὲν πεποιηκὼς, διʼ ἃ ἐπιλανθάνεται ὁ Θεός. Πάνυ δὲ λυπεῖ τὸν δίκαιον τὸ, Ποῦ; ἐπὶ Θεοῦ λεγόμενον, ὅπερ ἐστὶ σημαντικὸν τόπου. Τῆς γὰρ ἐσχάτης ἀνοίας τὸ ἐν τόπῳ νομίζειν εἶναι τὸν Θεόν. Ὅγκῳ γὰρ συνυφίσταται τόπος· ὄγκου δὲ τὸ Θεῖον ἐλεύθερον. Οὗιοι δὲ τῆς εὐχῆς οἱ λόγοι καὶ τῷ ἐν Βαβυλῶνι λαῷ ἁρμόζουσιν. Ἀεὶ γὰρ, φησὶ, τῆς σῆς προνοίας τυχὼν, καὶ νῦν γυμνωθεὶς, ἀποδύρομαι, μὴ φέρων τοὺς πολεμίους ἐπὶ πληγαῖς καὶ δεσμοῖς καὶ τῶν ἐμῶν ὀστέων τῇ συντριβῇ λέγοντας· Ποῦ ἐστιν ὁ Θεός σου; διὰ τὴν ἀσθένειαν ταῦτά με πάσχειν ὑπολαμβάνοντας. Ἠθικώτερον δέ· Ὅταν οἱ ἐχθροὶ ἡμῶν δαίμονες διὰ τῆς ἁμαρτίας τὰ ὀστᾶ ἡμῶν συντρίψωσι, τουτέστι τὰς τῆς ψυχῆς δυνάμεις· τότε τὸν Θεὸν ἐπίτηδες πρὸς ἡμᾶς ὡς ἀσθενῆ διαβάλλουσιν, ἵνα, τῆς πρὸς αὐτὸν ἐλπίδος ἀποστήσαντες, ἰχμαλώτους καὶ δούλους παραλάβωσι. Καὶ τοῦτο καθ᾿ ἑκάστην ἡμέραν, τουτέστι διηνεκῶς, ποιοῦσι. Τί οὖν χρὴ ποιεῖν; Μὴ ἐκπίπτειν εἰς ἀπόγνωσιν· ἀλλʼ ἐλπίζειν ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ, καθὼς ἐν τοῖς ἑξῆς διδασκόμεθα.

---

Origen, Excerpta in Psalmos [Dub.], ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg074.local001/.
