# Excerpta in Psalmos [Dub.] 11

Origen, Excerpta in Psalmos [Dub.], ΨΑΛ. ΛϚ΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/excerpta-in-psalmos-dub/11

Στίχ. ια΄. Οἱ δὲ πραεῖς κληρονομήσουσι γῆν. Οἱ ἀπὸ Οὐαλεντίνου καί τινων ἑτέρων, οἰόμενοι τὸν Σωτῆρα λέγειν τὰ μὴ εἰρημένα ἐν τοῖς παλαιοῖς Γράμμασιν, ἐντεῦθεν ἐλεγχέσθωσαν, ἀκούοντες, ὅτι Μακάριοι πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Εἴρητο μὲν καὶ πρότερον διὰ Δαβὶδ ὑπὸ τοῦ αὐτοῦ Πνεύματος. (70) Οἰκονομικώτερον δὲ λίαν ὁ Δαβὶδ ἀντιπαρεξἀγει ταῖς τῶν παρανόμων κολάσεσι τὰ τῶν ἁγίων γέρα. Ἀκονᾷ δὲ διὰ τούτων αὐτοὺς εἰς ἔφεσιν εὐανδρίας πνευματικῆς, διʼ ἧς ἂν γένοιτο κατορθοῦν πάντα τρόπον ἀρετῆς. (71) Ταύτῃ τοί φησιν· Οἱ δὲ πραεῖς κληρονομήσουσι γῆν, τὴν ἄνω δηλαδή. Εἰ γάρ ἐστιν ἐν οὐρανοῖς κατὰ Παῦλον Ἱερουσαλὴμ καὶ Σιὼν cœlis, ὅρος, ἀκόλουθον καὶ γῆν νοεῖν, ἥν οἱ νενικηκότες πάθος ὀλέθριον, τὴν ὀργὴν, ἥτις καὶ φρονίμους ἀπόλλυσι. Κατʼ ἀρετὴν γὰρ ἐνεργεῖν ἐμποδίζονται. Κατὰ διάμετρον δέ εἰσιν ἀλλήλοις πραότης καὶ ὀργή. Ὅπου γὰρ ὀργὴ, οὐδαμῶς πραότης· καὶ ὅπου πραότης, οὐδαμῶς ἐκεῖ ὀργή.

---

Origen, Excerpta in Psalmos [Dub.], ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg074.local001/.
