# Excerpta in Psalmos [Dub.] 14.1

Origen, Excerpta in Psalmos [Dub.], ΨΑΛ. ΛϚ΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/excerpta-in-psalmos-dub/14.1

Στίχ. ιδ΄. Ῥομφαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοί· ἐνετείναντο τόξον αὐτῶν, τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα, τοῦ σφάξαι τοὺς εὐθεῖς τῇ καρδίᾳ. Ὥσπερ ἐστὶ πανοπλία Θεοῦ τις, οὕτως ἐστί τις πανοπλία τοῦ διαβόλου, ἣν ὁ αὐτοῦ στρατιώτης ἐνδέδυται· τὸν θώρακα τῆς ἀδικίας, τὴν περικεφαλαίαν τῆς ἀπωλείας, τὸν θυρεὸν τῆς ἀπιστίας, τὴν μάχαιραν τοῦ πονηροῦ πνεύματος, ἣν σπᾶται ἁμαρτωλὸς, οὗ οἱ πόδες ἐπʼ ἀδικίαν τρέχουσιν. Ἔστι τις ἑτοιμασία τοῦ Εὐαγγελίου, ἕστι καὶ ὑπόδημα ἑτοιμότατου εἰς τὴν ἁμαρτίαν. Ἐνταῦθα οὖν ῥομφαίαν ἐσπάσαντο· ὅτι πρόχειρον ἔχουσι τὴν ἁμαρτίαν, καὶ ἕτοιμοί εἰσιν ἐπὶ τὸ ποιεῖν αὐτήν· οἱ κρύπτοντες ἐν τῷ κουλεῷ τῆς ἁμαρτίας τὴν ῥομφαίαν τοῦ πονηροῦ πνεύματος. Βέλος τῶν δικαίων, Χριστός ἐστιν Ἰησοῦς. Ἔθηκας ὡς βέλος ἐκλεκτόν. Ὁ λόγος τῶν ἁμαρτωλῶν βέλος ἐστίν· ἁμαρτίας ἰὸν ἔχει· τιτρώσκει τὸν μὴ καθωπλισμένον τῷ τῆς πίστεως θυρεῷ. Οἴδασιν, ὅτι οὐ δύνανται καταβαλεῖν πλούσιον πλουτοῦντα ἐν σοφίᾳ, ἐν ἔργοις ἀγαθοῖς. Διὰ τοῦτο τὴν ἀρχὴν οὐδὲ ἐπιβάλλουσιν αὐτῷ. Ἀλλʼ ἡ πᾶσα ἐπιβουλή ἐστι κατὰ τοῦ πτωχοῦ· ἐπεὶ λύτρον ψυχῆς ἀνδρὸς ὁ ἴδιος πλοῦτος· πτωχός δὲ οὐχ ὑφίσταται ἀπειλήν. Καλὸν μὲν οὖν μὴ ἔχειν ῥομφαίαν ἁμαρτίας· δεύτερον δὲ, ἔχοντα. μὴ σπᾶσθαι αὐτὴν, ἀλλὰ ποιεῖν αὐτὴν ἡσυχάζειν. Ἀργοῦσα γὰῤ, οὐ μόνον ἰοῦται, οὐδὲ ἀμβλύνεται, ἀλλὰ τέλεον ἐξαφανίζεται. Καὶ οὐ χρείαν ἔχομεν πυρὸς, ὅπου ἑκάστου τὸ ἔργον δοκιμάζεται· ὃ Πέτρου μὲν οὐχ ἅπτεται, ἀλλ᾿ ἀκούει, Κἂν διέλθῃ διὰ πυρός, φλὸξ οὐ κατακαύσεισε· ἁμαρτωλῶν δὲ ἅπτεται ἡ λίμνη τοῦ πυρὸς, ὡς ἡ Ἐρυθρὰ Αἰγυπτίων, οὐ μὴν καὶ Ἑβραίων. Ὥσπερ μέντοι ὁ Σωτὴρ βέλος ἐκλεκτὸν, καὶ ἀνάλογα τῷ Σωτῆρι βέλη τοῦ Θεοῦ οἱ ἅγιοι τιτρώσκοντες βέλει ἐκλεκτῷ, ἵνα ὁ τετρωμένος λέγω· Τετρωμένη ἀγάπης ἐγώ· οὕτως ὁ Ἀντίχριστος βέλος τοῦ πονηροῦ. Καὶ πάντες οἱ ἁμαρτωλοὶ βέλη τοῦ διαβόλου, οἷς κατὰ τῶν δικαίων χρᾶται. Ἴδε γυναῖκα, καὶ ἐπεβούλευσάν σοι. Εἰ μὴ βέλος ἐστὶ πεπυρωμένον, πῦρ ἔχουσα ἐν στόματι, ἵνα λαλήσῃ καὶ καύσῃ σε, ἐν χειρὶ, ἐν ὅλῳ τῷ σώματι, ἐν ὅλῃ τῇ ψυχῇ; Καὶ ὥσπερ ὁ Θεὸς τίθησι τόξον ἐν τῇ νεφέλῃ, ἵνα παύσῃ χειμῶνα, καὶ μὴ γίνηται κατακλυσμός· οὕτω, κατὰ τὸ ἀντικείμενον, ὁ πονηρὸς χρᾶται· τόξῳ, ἵνα παύσῃ γαλήνην ἀπὸ ψυχῆς, καὶ εἰρήνην σβέσῃ, καὶ πόλεμον ἐγείρῃ, καὶ χειμῶνα ποιήσῃ. Μήποτε δὲ οἱ πτωχοὶ καὶ πένητες ἀδελφοί εἰσι τῶν εὐθέων τῇ καρδίᾳ, οἱ πτωχοὶ τῷ πνεύματι. οὓς ζητοῦσι καταβαλεῖν οἱ δαίμονες. Ἐὰν ἵδῃς σκανδαλιζόμενον, καὶ ὑπὸ τῆς ἁμαρτίας κεκρατημένον, βλέπε, ὅτι οὗτος ἔσφακται, καὶ τὸ οἷμα αὐτοῦ ῥεῖ, ὃ ἐκζητεῖ Θεός. Ἀπὡλετο γὰρ ἡ ζωτικὴ δύναμις αὐτοὺ· ἐκζητεῖ δὲ αὐτὸ ἀπὸ ἀδελφοῦ καὶ ἀπὸ θηρίου· ἀπὸ πιστοῦ σκανδαλίζοντος, καὶ ἀπὸ ἀλλοτρίου τῆς πίστεως, καὶ ἀπὸ τῆς χερὸς τοῦ σκοποῦ. (72) Ἀλλὰ ταῦτα μὲν ἴσως περιεργότερον εἴρηται. Ὁ μέντοι ψάλλων διαλευκαίνει πᾶν τὸ ἤδη ῥηθὲν, τό· Κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον, φημί. Καθάπερ γὰρ ἐν πίνακι σαφῶς μηνιῶντα ζωγραφεῖ, καὶ παραταττόμενον εἰσφέρει, καὶ φονῶντα δεικνύει, καὶ ἀπογυμνοῦντα τὸ ξίφος, καὶ ἤδη τοξεύοντα, καὶ τὴν ἀδικίαν αὐτοῦ καθίστησιν ἐναργῆ. Σκοποὶ γὰρ τῷ ἁμαρτωλῷ οὐχ ἕνα τινὰ τῶν ἀδικησάντων αὐτῷ, ἢ κατά τι προσκεκρουκότων, καὶ προφάσεις τῷ πολέμῳ δεδωκότων εὐλόγους ἀμύνεσθαι· ἀλλʼ ἵνα καταβάλῃ πτωχὸν, τουτέστι τὸν ἐπιεικῆ καὶ μετριόφρονα, καὶ ταπεινὸν τῇ καρδίᾳ, ὅν καὶ ὁ Σωτὴρ πτωχὸν ἕφη τῷ πνεύματι, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἄξιον εἶναί φησι. Τίς οὖν τοῖς ἁμαρτωλοῖς λόγος πρὸς τοὺς εὐθεῖς τῇ καρδίᾳ, καὶ τοὺς πτωχοὺς τῷ πνεύματι; παντελῶς οὐδείς. Ἠδικήκασι γὰρ ἐκείνους οὐδὲν τὰς ἑαυτῶν ὁδοὺς ἀπευθύνοντας εἰς δικαιοσύνην. Ἀκονᾷ δὲ, οἶμαι, κατʼ αὐτῶν τοὺς ὠνομασμένους, μάταιός τις ἁπλῶς, καὶ οὐκ εὐάφορμος φθόνος, ἐκ διαβολικῆς σκαιότητος ἐκκεκαυμένος ἐν αὐτοῖς.

---

Origen, Excerpta in Psalmos [Dub.], ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg074.local001/.
