# Excerpta in Psalmos [Dub.] 2-2

Origen, Excerpta in Psalmos [Dub.], ΨΑΛ. ΚΓ΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/excerpta-in-psalmos-dub/2-2

Στίχ. β΄. Καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. (55) Καὶ ἄλλως δέ πρὸ τῆς ἐπιδημίας Χριστοῦ γνωστός ἐν τῇ Ἰουδαίᾳ μόνον ἦν ὁ Θεός· μετʼ αὐτὴν δὲ, τοῦ Κυρίου ἡ γῆ. Ἀλλʼοὐδὲ πλήρωμα πρὸ ταύτης ἦν ἐν πάσῃ τῇ γῇ· μεστὰ δὲ ἦν αὐτῆς τὰ πλεῖστα κακότητες. Μετʼ αὐτὴν δὲ πολλοὶ τῶν πεπιστευκότων ἐθνικῶν εἴποιεν ἄν· Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν. Διόπερ αὐτοῦ καὶ πλήρωμα λέγοιντο. Ἀλλʼ οὐχ οἱ κενοὶ τῆς εὐαγγελικῆς πολιτείας. Ἀλλὰ καὶ ἐν ἐρήμῳ ὁ ἁμαρτωλὸς κατοικεῖ· οἰκουμένην δὲ, ὁ τὴν Ἐκκλησίαν οἰκῶν πεπληρωμένην τῆς ἁγίας Τριάδος· καὶ ἔστι τοῦ Κυρίου. Ἀλλʼ οὐχ ὁ γεγεννημένος ἐκ τοῦ διαβόλου, καὶ μερὶς ἐκείνου γενόμενος.

---

Origen, Excerpta in Psalmos [Dub.], ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg074.local001/.
