# Excerpta in Psalmos [Dub.] 21

Origen, Excerpta in Psalmos [Dub.], ΨΑΛ. ΛϚ΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/excerpta-in-psalmos-dub/21

Στίχ. κα΄. Δανείζεται ὁ ἁμαρτωλὸς, καὶ οὐκ ἀποτισει· δὲ δίκαιος οἰκτείρει καὶ δίδωσιν. Ὑψηλότερον δέ· Ὅταν διδάσκῃ Παῦλος, ἢ τις ἕτερος τῶν ἱερῶν μυσταγωγῶν, οἱ ἀκροαταὶ δανείζονται τὸ δόκιμον ἀργύριον τῷ στόματι Παύλου. Καὶ ὁ μὲν δίκαιος ἀποδίδωσι τοὺς τόκους, καὶ λέγει· Μνᾶν μοι ἔδωκας, ἰδοὺ δέκα μνᾶς ἐποίησα. Πέντε τάλαντα ἔδωκας, ἰδοὺ ἔχω δέκα. Ὁ δὲ ἁμαρτωλὸς ἀναλίσκει πάντα. Οὐκ ἔξεστι δανείζειν τὰ ἑαυτοῦ, ἤτοι διδάσκειν ὡς οἱ αἱρετικοί· ἀλλὰ τὸ τοῦ Θεοῦ ἀργύριον τὸ δόκιμον, ὡς ὁ λέγων· Ἤ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; Ἀποδοτέον δὲ μετὰ τόκου ἐκ πολιτείας καὶ πράξεως τὸ κεφάλαιον. Εἰ δὲ μὴ, κρεῖττόν ἐστι τὴν ἀρχὴν μὴ δανείσασθαι, μάλιστα τὰ τοῦ ταμείου τοῦ Κυριακοῦ, ἢ ἀπολέσαι τὰ τοῦ βασιλέως χρήματα.

---

Origen, Excerpta in Psalmos [Dub.], ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg074.local001/.
