# Excerpta in Psalmos [Dub.] 22

Origen, Excerpta in Psalmos [Dub.], ΨΑΛ. ΛϚ΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/excerpta-in-psalmos-dub/22

Στίχ. κβ΄. Ὅτι οἱ εὐλογοῦντες αὐτὸν κληροτομήσουσι γῆν· οἱ δὲ καταρώμενοι αὐτὸν ἐξολοθρευθήσονται. (73) Ὅμοιον τῷ εἰρημένῳ πρὸς Ἀβραάμ· Τοὺς εὐλογοῦντάς σε εὐλογήσω, κοὶ τοὺς καταρωμέ νους σε καταράσομαι. Οὐκοῦν, εἰ ὁ Θεὸς εἴη ὁ κατοικτείρων καὶ διδοὺς, οἱ δοξθλογοῦντες αὐτὸν θιὰ τοῦτο, ἤγουν εὐλογοῦντες, ἔσονται κληρονόμοι τῆς ἐπηγγελμένης τοῖς ἁγίοις γῆς, καὶ λήψονται τὴν γῆν ἀγαθὴν καὶ τὴν πολλὴν, τὴν οὐ κέντρου καὶ σημείου λόγον ἔχουσαν. (74) Κίνδυνος δὲ ἐν τῷ κατάραν ἡμᾶς τιθέναι τῷ δικαίῳ ὀλέθρου τοῦ ἐσχάτου. Λέγει γὰρ πρὸς τὸν δίκαιον ὁ Κύριος· Ἐχθρεύσω τοῖς ἐχθροῖς σου, καὶ ἀντιβήσομαι τοῖς ἀντικειμένοις σοι. Καὶ ὥσπερ λέγει· Τοῦτον ἔθρεψας, ἐμὲ ἔθρεψας· οὕτως ἀκόλουθον εἰπεῖν· Τοῦτον ἐλοιδόρησας, ἐμὲ ἐλοιδόρησας. Καταρῶνται δὲ Θεὸν οἱ μὴ εἰδότες αὐτὸν, καὶ ταῦτα τῆς αὐτοῦ δόξης πάλιν ψήμους (75) ἔσθ᾿ ὅτε ῥιπτοῦντες φωνὰς, πρὸς τὸ μηδὲ ἐφʼ οἷς εὖ πεπόνθασιν ἀνέχεσθαι προσάγειν αὐτῷ τὰς εὐχαριστίας. Χριστὸν μὲν οὖν εὐλογοῦσι τὰ ἔθνη, διὸ κληρονομοῦσι τὴν βασιλείαν· Ἰουδαῖοι δὲ, βλασφημοῦντες αὐτὸν, εἰς τέλος ὀλοθρεύονται.

---

Origen, Excerpta in Psalmos [Dub.], ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg074.local001/.
