# Excerpta in Psalmos [Dub.] 4

Origen, Excerpta in Psalmos [Dub.], ΨΑΛ. ΙϚ΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/excerpta-in-psalmos-dub/4

Στἱχ. δ΄. Διἀ τοὺς λόγους τῶν χειλέων σου, ἐγὼ ἐφύλαξα ὀδοὺς σκληράς. Ὑπογραμμὸν ἡμῖν καὶ διὰ τούτων δίδωσιν ὁ Σωτὴρ, μὴ φρονεῖν ἐφʼ ἑαυτοῖς δεομένοις τῆς παρὰ Θεοῦ βοηθείας. Τρίβοι δὲ Κυρίου τῶν ἐντολῶν αἱ τηρήσεις· μᾶλλον δὲ αἱ κατʼ ἀρετὴν ἐνέργειαι, ὁμαλαὶ καὶ λεῖαι δειχθεῖσαι ἐκ τοῦ συνεχῶς πατεῖσθαι πρὸς τῶν φθάσαι σπευδόντων ἐπὶ τὸ τέλος αὐτῶν, ὅπερ ἐστὶν ἡ μακαριότης, καὶ τῶν ἐπαγγελιῶν ἡ ἀπόδοσις. Δράμωμεν τοίνυν κατʼ αὐτοὺς, οὐ σφαλλομένων τῶν διαβημάτων ἡμῶν, εἰ Κύριος αὐτὰ καταρτίσειεν ἐν ταῖς τρίβοις αὐτοῦ. Ταύτης τῆς αἰτήσεως ὁ τυχών φησιν· Ἄνευ ἀνομίας ἔδραμον καὶ κατηύθυνα· καὶ τὸ, Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅτε ἄν ἐπλάτυνας τὴν καρδίαν μου.

---

Origen, Excerpta in Psalmos [Dub.], ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg074.local001/.
